1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

29

δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας, οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπερι λαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον. ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει, ψυχὴ δὲ ἡ λογικὴ κινεῖται καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῇν ἔχει, καὶ τοῦτο οὐ πολ λῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἑνὶ καὶ ἁπλῷ νεύματι, τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι, τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται. αὐτὸς δὲ ἐπὶ πάντων, ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ Πατρὸς ἐργάζε ται, μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων. Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.

45 Ὥσπερ γάρ, ἀναβλέψαντας εἰς τὸν οὐρανὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα Λόγον· οὕτω νοοῦντας Λόγον Θεοῦ, νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου Πατέρα Θεόν, ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ Πατρὸς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ' ἡμᾶς τις ἂν ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν, καὶ τῷ λόγῳ ἐπιβάλ λοντες, τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ· πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ Πατρὸς αὐτοῦ, ὡς αὐτὸς ὁ Σωτήρ φησιν· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει, ἀφ' ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες ταῦτά σοι γράφομεν, καὶ σύ, ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν. λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν. Ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν Ἰουδαίων λαὸν ὁ θεῖος Λόγος λέγων· Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔ χουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραν θήσονται. χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν. οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος, ἵνα μή τινες, τῷ κάλλει τούτων ἀποβλέψαντες, οὐχ ὡς ἔργα Θεοῦ ἀλλ' ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους λέγων· Καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθείς, προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά, ἀλλ' ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν Θεόν, ὥσπερ εἴρηται. ὁ γὰρ Ἰουδαίων πάλαι λαὸς κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν, ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ Θεοῦ γνῶσιν. καὶ καθόλου δὲ τοὺς ἀνθρώ πους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλ κων, φησίν· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν, ἀλλ' ἵνα μή τις, τὸν ἀληθινὸν ἀποστραφεὶς Θεόν, ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται, ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομα σθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι, δι' ἧς φησιν· Οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι, ὅπερ ἐπὶ μέλλοντος σημαίνεται. τὸ δὲ ἐπὶ μέλλουσι γινό-μενον οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται.