1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

29

ΕΡΩΤΗΣΙΣ 83 Περὶ διαφόρων θελημάτων Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ Τρία θελήματα ἐπὶ Θεοῦ χρὴ ὑπολαμβάνειν, κατ᾽ εὐδοκίαν, κατ᾽ οἰκονομίαν,

κατὰ συγχώρησιν. Καὶ τὸ μὲν κατ᾽ εὐδοκίαν δηλοῖ τὰ κατὰ τὸν Ἀβραάμ, λέγοντα πρὸς αὐτὸν "ἔξελθε 14Α_134 ἐκ τῆς γῆς σου"· τὸ δὲ κατ᾽ οἰκονομίαν δηλοῖ τὰ κατὰ τὸν Ἰωσὴφ οἰκονομηθέντα πρὸς τὴν τῶν μελλόντων ἔκβασιν· τὸ δὲ κατὰ συγχώρησιν δηλοῖ τὰ κατὰ τὸν Ἰὼβ γενόμενα.

ΕΡΩΤΗΣΙΣ 84 Τί ἐστιν· «μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ»; ΑΠΟΚΡΙΣΙΣ Καὶ κατὰ τὸν πρόχειρον τῶν πολλῶν νοῦν, διὰ τὸ ἄδηλον καὶ τὸ τῆς

ἀνθρωπίνης προαιρέσεως εὐόλισθον, οὐ χρὴ μακαρίζειν τινὰ μέχρις διὰ πάσης ἀρετῆς διελθὼν ἀναντιρρήτῳ τέλει τὴν ζωὴν κατακλείσει. Πρὸς δὲ τὸν ὑψηλότερον νοῦν, ὁ ἀρξάμενος διὰ τῆς μετανοίας καὶ ἀσκήσεως τὸ ζῶν ἐν αὐτῷ γήϊνον φρόνημα ταπεινοῦν καὶ ἀσθενῆ ποιεῖν οὔπω μακαριστὸς μέχρις ἂν διὰ τοῦ συντόνου τῆς ἀσκήσεως πόνου νεκρωθῇ καὶ συντέλειαν λάβῃ· ὁ γὰρ τοιοῦτος μακάριος, ὡς τῷ Χριστῷ συναποθανὼν διὰ τῆς τῶν κακῶν ἀπραξίας καὶ συνανιστάμενος πάλιν διὰ τοῦ ὕψους τῶν ἀρετῶν. Τοῦτο γὰρ καὶ ὁ ψαλμῳδὸς σημαίνει λέγων "μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ", οἱ καθαροὶ δηλονότι κακίας, "οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου", οἱ διὰ τῶν ἀγαθῶν πράξεων ὁδεύοντες.

ΕΡΩΤΗΣΙΣ 85 Τί σημαίνει ὁ ψαλμῳδὸς περὶ ἐχθρῶν λέγων "τῶν κύκλῳ συνεπιτιθεμένων"; ΑΠΟΚΡΙΣΙΣ Τὸ κύκλῳ ἐστὶν τὸ ἐμπρός, τὸ ὀπίσω, τὸ δεξιόν, τὸ ἀριστερόν. 14Α_136

Ἐπιτίθενται οὖν ἡμῖν οἱ δαίμονες ἔμπροσθεν μὲν ὅτ᾽ ἂν διὰ τῶν τῆς ὕλης ἐπιφανειῶν δελεάζουσιν, ὀπίσω δὲ ὅτ᾽ ἂν διὰ τῶν προλήψεων τῶν λογισμῶν τῆς κακίας τὴν μνήμην ἀνακινοῦσιν, ἀριστερὰ δὲ ὅτ᾽ ἂν διὰ τῶν σαρκικῶν καὶ ἀκολάστων παθῶν τὴν ψυχὴν ἐκμοχλεύουσιν, δεξιὰ δὲ ὅτ᾽ ἂν διὰ κενοδοξίας καὶ ὑπερηφανίας τῇ ψυχῇ ἐπιτίθενται.

ΕΡΩΤΗΣΙΣ 86 Τί ἐστιν· «λάβετε ψαλμὸν καὶ δότε τύμπανον»; ΑΠΟΚΡΙΣΙΣ Λάβετε διδασκαλίαν ἔνθεον καὶ δότε πρᾶξιν ἐνάρετον διὰ τῆς νεκρώσεως τοῦ

σώματος. ΕΡΩΤΗΣΙΣ 87 Τί ἐστιν στοιχείωσις; ΑΠΟΚΡΙΣΙΣ Τρία φασὶν λέγεσθαι σώματα· πρῶτον μὲν τὸ τῶν τεσσάρων στοιχείων,

πυρός, ὕδατος, γῆς, ἀέρος· εἶτα ἐκ τούτων δεύτερα σώματα, πάντα τὰ φυόμενα δένδρα τε καὶ λαχανηρά· ἐκ τούτων δὲ τρίτον σῶμα τὸ ἀνθρώπινον καὶ τὸ τῶν ἀλόγων· ταῦτα γὰρ τρώγοντες γίνονται σάρκες. Ὥσπερ οὖν ἀρχὴ καὶ στοιχείωσίς ἐστιν τῶν ἡμετέρων σωμάτων τὰ τέσσαρα στοιχεῖα, οὕτως καὶ τῆς ψυχῆς ἡ ἐκ τῶν τεσσάρων γενικῶν ἀρετῶν στοιχείωσις καὶ ἀρχὴ ποιεῖ τὴν τῶν ἠθῶν κατόρθωσιν· εἶτα ἐξ αὐτοῦ οἱονεὶ δεύτερον σῶμα ἡ ἕξις τῶν ἀρετῶν· εἶτα ἀπὸ ταύτης σωματοποιεῖται ἡ γνῶσις ἤτουν θεωρία· «πρᾶξις γὰρ ἐπίβασις θεωρίας».

14Α_138 ΕΡΩΤΗΣΙΣ 88