1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

30

Τί σημαίνει ἡ τῷ Ἰακὼβ ὀφθεῖσα κλῖμαξ καὶ τίνες οἱ καταβαίνοντες καὶ ἀναβαίνοντες ἄγγελοι;

ΑΠΟΚΡΙΣΙΣ Κλίμακα οἰόμεθα εἶναι τὴν εἰς Θεὸν εὐσέβειαν. Ἄγγελοι δὲ κατερχόμενοι καὶ

ἀνερχόμενοι· ἀνερχόμενοι μὲν οἱ τῶν ἀρετῶν λόγοι δι᾽ ἡμῶν ὑψούμενοι, κατερχόμενοι δὲ οἱ διὰ τὴν τῶν ἀρετῶν ἡμῶν ὕψωσιν κατιόντες τῆς γνώσεως λόγοι.

ΕΡΩΤΗΣΙΣ 89 Τί σημαίνει τὸ δηνάριον τὸ ἐπιδιδόμενον τῷ Κυρίῳ ὑπὸ τῶν Φαρισαίων; ΑΠΟΚΡΙΣΙΣ ∆ηνάριόν ἐστιν ὁ κατὰ συγχώρησιν δεδομένος τῆς χρείας τοῦ σώματος

νόμος· δεῖ οὖν προσαγόντων ἡμῖν τοῦτον τῶν εἰς τύπον τῶν δαιμόνων ὄντων Φαρισαίων κρατεῖν καὶ ἐξετάζειν διὰ τῆς διακρίσεως καὶ τῇ μὲν φύσει ἀπονέμειν τὰ τῆς χρείας τοῦτο γάρ ἐστιν δοῦναι τὰ Καίσαρος τῷ Καίσαρι , τὴν δὲ πᾶσαν τῆς ψυχῆς ἔφεσιν ἀπονεῖμαι τῷ Θεῷ.

ΕΡΩΤΗΣΙΣ 90 Τί δηλοῖ τὸ «ἐὰν διώκουσιν ὑμᾶς ἀπὸ ταύτης τῆς πόλεως, φεύγετε εἰς τὴν

ἄλλην»; ΑΠΟΚΡΙΣΙΣ Αἱ πόλεις ἐπὶ φρουρᾶς καὶ ἀσφαλείας καὶ φυλακῆς τιμίων εἰσίν· πόλις οὖν

ἐστιν κατὰ τὸν τῆς ἀλληγορίας τρόπον ἡ ἐκ διαφόρων τρόπων ἐπινοουμένη ἄσκησις, οἷον, ἐγκράτεια οἴνου, βρωμάτων ἀποχή, ἐπιτεταμένη ἀγρυπνία καὶ τὰ τοιαῦτα, ἅτινά 14Α_140 εἰσιν φρουρὰ καὶ ἀσφάλεια. Ἐὰν οὖν διώκουσιν ἡμᾶς οἱ δαίμονες ἀπὸ ἑνὸς τούτων, τύφον ἢ κενοδοξίαν διὰ τοῦ τοιούτου τῆς ἀσκήσεως εἴδους προσάγοντες, κρεῖττόν ἐστιν ὑποχωρεῖν τῆς τοιαύτης δοκούσης εἶναι ἀκριβεστέρας ἀγωγῆς, ἵνα μὴ εἰς ὑπερηφανίαν ἐμπέσῃς, καὶ φυγεῖν εἰς ἄλλην ἀκενόδοξον ἀρετὴν μέχρις ἂν ὁ τῆς ἀπαθείας ἔλθῃ λόγος.

Ἢ καὶ ἄλλως· πόλεις λέγει τὰς ἀνθρωπίνας ψυχάς· ἐπὶ γὰρ ταύτας οἱ ἀπόστολοι λόγοι παρὰ τοῦ Σωτῆρος πεμπόμενοι, ἀπὸ μὲν τῶν ἀξίων ὑποδεχθέντες ἐν αὐτοῖς οἰκοῦσιν, ἀπὸ δὲ τῶν ἀναξίων ἑαυτοὺς κρινάντων ἀπελασθέντες εἰς ἑτέρων ψυχὰς μετοικίζονται, δεκτικὰς τῆς αὐτῶν διδασκαλίας γεγενημένας. Καὶ τὰς τοιαύτας πόλεις τοῦ Ἰσραὴλ οὐ μὴ τελέσωσιν ἀληθῶς ἐνδημοῦντες αὐταῖς καὶ πῇ μὲν εἰσοικιζόμενοι, πῇ δὲ ἀπ᾽ αὐτῶν διωκόμενοι, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν τὰ πάντα πληρῶν.

ΕΡΩΤΗΣΙΣ 91 Τί ἐστιν· «κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ

σβέσει»; ΑΠΟΚΡΙΣΙΣ Ὁ κατὰ μίμησιν τοῦ Κυρίου συμπαθείας λόγῳ χρώμενος, οὔτε τὸν τῇ ἁμαρτίᾳ

συντετριμμένον τῇ ἀπογνώσει εἰς τέλος κατεαγῆναι ποιεῖ, οὔτε τὸν τὸ λογιστικὸν ἔχοντα τετυφωμένον διὰ κενοδοξίαν τινῶν ἀρετῶν σβέννυσιν, ἀλλ᾽ ἐᾷ ἔχειν τὴν προθυμίαν μέχρις ἂν εἰς τὸ τέλειον ἔλθοι τῆς ἐπιγνώσεως. Τοῦτο γάρ ἐστιν, ὡς οἶμαι, καὶ τὸ συναυξάνειν τῷ ἀγαθῷ σπόρῳ τὰ ζιζάνια, τουτέστιν ταῖς ἀρεταῖς τὸ τῆς ἀνθρωπαρεσκείας καὶ κενοδοξίας 14Α_142 πάθος συναναβλαστάνειν. Ὅθεν ὁ τῶν ψυχῶν γεωργὸς μὴ ἐκτίλλεσθαι ταῦτα προστάσσει μέχρι ἂν αἱ ἀρεταὶ λάβωσιν πῆξιν, μήποτε ἀνασπάσαι τὰ τοιαῦτα πάθη θέλων τις, συνεκτίλῃ τὴν τῆς ἀρετῆς προθυμίαν.

ΕΡΩΤΗΣΙΣ 92