1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

31

Τί δηλοῖ τὸ προφητικὸν αἴνιγμα "σαλπίσατε" λέγων "ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν"; Τίς ἄρα ἡ εὔσημος ἑορτή;

ΑΠΟΚΡΙΣΙΣ Τοὺς διδασκάλους τῆς Ἐκκλησίας σαλπίζειν διὰ τοῦ λόγου τῆς διδασκαλίας ὁ

Λόγος παρακελεύεται· σάλπιγγι δὲ σαλπίζειν, τουτέστιν τῇ νεκρώσει τοῦ σώματος· ἐν νεομηνίᾳ δὲ τῇ κατὰ τὴν σελήνην· μὴν γὰρ ἡ σελήνη λέγεται. «Εὔσημος» δὲ «ἑορτὴ» κατὰ τοὺς Ἰουδαίους τῷ ἑβδόμῳ μηνὶ ἐπετελεῖτο ἡ τῶν σαλπίγγων· τῇ δεκάτῃ δὲ τοῦ αὐτοῦ μηνὸς τὴν νηστείαν τοῦ Ἱλασμοῦ καὶ τῇ πεντεκαιδεκάτῃ τὴν Σκηνοπηγίαν ἐπετέλουν. Ἡμεῖς δὲ πνευματικῶς ἑορτάζομεν οὕτως, τῷ μὲν ἑβδόμῳ μηνί, τουτέστιν τῷ ἑβδόμῳ τῆς χάριτος νόμῳ τὴν εὔσημον τοῦ Εὐαγγελίου ἡμέραν ἐπιτελοῦντες· ἑπτὰ γὰρ νόμους ὁ τῶν ὅλων Θεὸς ἐξαρχῆς τῇ φύσει παρέσχετο· τῷ μὲν Ἀδὰμ δύο, τὸν πρὸ τῆς παραβάσεως ἀπὸ τοῦ καρποῦ τοῦ δένδρου μὴ φαγεῖν καὶ τὸν μετὰ τὴν παράβασιν «ἐν ἱδρῶτι τοῦ προσώπου» τὸν ἄρτον ἐσθίειν, τρίτον τὸν ἐπὶ τοῦ Νῶε, τέταρτον τὸν ἐπὶ τοῦ Ἀβραάμ, τὸν τῆς περιτομῆς, πέμπτον τὸν Μωσέως, ἕκτον τὸν προφητικόν, ἕβδομον τὸν εὐαγγελικόν, ἐν ᾧ τὰς ἀπαρχὰς τῶν καρπῶν τῆς ἀρετῆς κατὰ τὴν ἀρχὴν τῶν φωτισμῶν τῷ Θεῷ προσάγομεν· τῇ γὰρ πρώτῃ τοῦ μηνὸς τὰς ἀπαρχὰς τῶν καρπῶν οἱ κατὰ νόμον προσῆγον. Τῇ δεκάτῃ δὲ τοῦ μηνὸς τὴν νηστείαν 14Α_144 τοῦ Ἱλασμοῦ τελοῦμεν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τοῦ γενομένου ἡμῶν ἱλασμοῦ μυσταγωγούμενοι, νηστεύοντες ἀπὸ πάσης κακίας· τῇ δὲ πεντεκαιδεκάτῃ τὴν σκηνοπηγίαν ἄγομεν· προστιθέντες γὰρ τῷ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν μυστηρίῳ τὰς πέντε τῆς ψυχῆς ἀντιλημπτικὰς δυνάμεις, εἰς μηδὲν τῶν αἰσθητῶν ἀσχολουμένας ἀλλ᾽ αὐτῷ συνημμένας τῷ Κυρίῳ, τὴν πῆξιν ἐν αὐτῷ λαμβάνομεν τῶν ἀρετῶν.

ΕΡΩΤΗΣΙΣ 93 Ἐκ τῶν Ἠθικῶν τοῦ ἁγίου Βασιλείου ἄπορον ἐν τῷ 'Περὶ νηστείας' λόγῳ·

«ὅτε», φησίν, «ἀπεγνώσθη ἡ τελείωσις, τότε συνεχωρήθη ἡ ἀπόλαυσις». ΑΠΟΚΡΙΣΙΣ Τότε ἀπεγνώσθη ἡ τελείωσις, ὅτε τὰς δοθείσας αὐτῷ φυσικὰς δυνάμεις ὁ

ἄνθρωπος διὰ τῆς παρακοῆς παρέτρεψεν. Ἀδύνατον οὖν ἦν ἐνσχεθεῖσαν τὴν φύσιν τῇ ὑλικῇ προσπαθείᾳ ἐπανελθεῖν εἰς τὸ τέλειον μέχρις ὁ τῆς φύσεως ποιητής, ὑπὲρ φύσιν γενόμενος ἄνθρωπος, τὴν φύσιν εἰς τὸ κατὰ φύσιν ἐπανήγαγεν. Συγχωρηθῆναι δὲ τὴν ἀπόλαυσιν λέγει ἀντὶ τοῦ παραδοθῆναι τῇ αὐτονομίᾳ τῆς πλάνης.

ΕΡΩΤΗΣΙΣ 94 Τοῦ αὐτοῦ ἐκ τοῦ πρώτου ψαλμοῦ· τίνος χάριν ἐπὶ τῆς ἀρχῆς τῶν ψαλμῶν

παράδειγμα ἔλαβεν οἴκου θεμέλια καὶ τρόπιν πλοίου καὶ ζῴου καρδίαν; 14Α_146 ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ οἶκος ἀπὸ λίθων συγκείμενος ἀποφυγὴ μὲν ψύχους καὶ καύσωνος

γίνεται, ἔτι δὲ σκέπη καὶ φυλακὴ τοῦ ἀνθρώπου, ἐκ τούτου μανθάνομεν, ἑπόμενοι τῇ φυσικῇ θεωρίᾳ, οἶκον εἶναι τὴν ἄσκησιν ἐκ τῶν κατὰ τὴν ἀρετὴν συγκειμένην λόγων, σκέπην μὲν παρέχουσαν ἡμῖν ἀπὸ τοῦ διαβολικοῦ τῶν πειρασμῶν καύσωνος, θέρμην δὲ ἀπὸ τῆς αὐτοῦ κατὰ τὴν ἀπόγνωσιν ψύξεως, φυλακὴν δὲ ἀπὸ τῶν ἐπιβουλευόντων δαιμόνων. Πλοῖον δὲ ἔλαβεν τὴν ἑκάστου ψυχήν, οἷόν τινα τρόπιν τὴν κατὰ τὴν φρόνησιν ἔχουσαν πῆξιν, σανίδας δὲ προσηρτημένας, τὴν τοῦ σώματος νέκρωσιν, τῇ ἀκριβείᾳ οἷον ἀσφάλτῳ τὰς ἁρμονίας τῆς ψυχῆς ἀσφαλίσασαν καὶ μὴ συγχωροῦσαν εἰσδῦναί τι τῆς ἁλμώδους κακίας, ἐπιπορευομένην δὲ τὴν θάλασσαν τοῦ βίου καὶ διαπορευομένην τὸν αἰῶνα τοῦτον, ἐμπόρου τρόπον τὰ παρόντα