32
περὶ τῶν κατ' ἐμαυτὸν ἐλπίδων πᾶσιν ὑμῖν ὁμολογῆσαι πειράσομαι. 2.49.1 Ἔσχον ἔγωγε τοὺς πρὸ τούτου γενομένους αὐτοκράτορας διὰ τὸ τῶν τρόπων ἄγριον ἀποσκλήρους, μόνος δ' ὁ πατὴρ ὁ ἐμὸς ἡμερότητος ἔργα μετεχειρίζετο, μετὰ θαυμαστῆς εὐλαβείας ἐν πάσαις ταῖς ἑαυτοῦ πράξεσι 2.49.2 τὸν σωτῆρα θεὸν ἐπικαλούμενος. ὅσοι δὲ λοιποί, οὐχ ὑγιαίνοντες τὰς φρένας ἀγριότητος μᾶλλον ἢ πραότητος ἐπεμέλοντο, καὶ ταύτην ἔτρεφον ἀφθόνως, ἐπὶ τῶν ἰδίων καιρῶν τὸν ἀληθῆ λόγον διαστρέφοντες, τῆς δὲ πονηρίας αὐτοῖς ἡ δεινότης εἰς τοσοῦτον ἐξήπτετο, ὡς πάντων ὁμοῦ τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων εἰρηνευομένων ἐμφυλίους ὑπ' ἐκείνων πολέμους ἀναρριπίζεσθαι. 2.50.1 Τὸν Ἀπόλλω τὸ τηνικαῦτα ἔφασαν ἐξ ἄντρου τινὸς καὶ σκοτίου μυχοῦ οὐχὶ δ' ἐξ οὐρανοῦ χρῆσαι, ὡς ἄρα οἱ ἐπὶ τῆς γῆς δίκαιοι ἐμπόδιον εἶεν τοῦ ἀληθεύειν αὐτόν, καὶ διὰ τοῦτο ψευδεῖς τῶν τριπόδων τὰς μαντείας ποιεῖσθαι. τοῦτο γάρ τοι ἡ ἱέρεια αὐτοῦ, κατηφεῖς τοὺς πλοκάμους ἀνεῖσα ὑπὸ μανίας τ' ἐλαυνομένη, τὸ ἐν ἀνθρώποις κακὸν ἀπωδύρετο. ἀλλ' ἴδωμεν ταῦτα εἰς ὁποῖον τέλος ἐξώκειλε. σὲ νῦν τὸν ὕψιστον θεὸν καλῶ· ἠκροώμην τότε κομιδῆ παῖς ἔτι ὑπάρχων, πῶς ὁ κατ' ἐκεῖνο καιροῦ παρὰ τοῖς Ῥωμαίων αὐτοκράτορσιν ἔχων τὰ πρωτεῖα, δείλαιος, ἀληθῶς δείλαιος, πλάνῃ τὴν ψυχὴν ἠπατημένος, παρὰ τῶν δορυφορούντων αὐτόν, τίνες ἄρα εἶεν οἱ πρὸς τῇ γῇ δίκαιοι, πολυπραγμονῶν ἐπυνθάνετο, καί τις τῶν περὶ αὐτὸν θυηπόλων ἀποκριθείς, Χριστιανοὶ δήπουθεν, ἔφη. 2.51.2 ὁ δὲ τὴν ἀπόκρισιν ὥσπερ τι καταβροχθίσας μέλι τὰ κατὰ τῶν ἀδικημάτων εὑρεθέντα ξίφη κατὰ τῆς ἀνεπιλήπτου ὁσιότητος ἐξέτεινεν. αὐτίκα δὴ οὖν διατάγματα λύθρων μιαιφόνοις ὡς εἰπεῖν ἀκωκαῖς συνέταττε, τοῖς τε δικασταῖς τὴν κατὰ φύσιν ἀγχίνοιαν εἰς εὕρεσιν κολαστηρίων καινοτέρων ἐκτείνειν παρεκελεύετο. 2.52.1 Ἦν τότε, ἦν ἰδεῖν, μεθ' ὅσης ἐξουσίας ἡ σεμνότης ἐκείνη τῆς θεοσεβείας τῇ τῆς ὠμότητος συνεχείᾳ οὐ τὰς τυχούσας ἐφ' ἑκάστης ἡμέρας ὕβρεις ὑφίστατο, σωφροσύνη δ', ἣν τῶν πολεμίων οὐδεὶς ἠδίκησε πώποτε, ὀργίλων πολιτῶν παροινίας πάρεργον ἐγίγνετο. ποῖον πῦρ ποῖαι βάσανοι ποῖον στρεβλωτηρίων εἶδος οὐχὶ παντὶ σώματι καὶ ἡλικίᾳ πάσῃ ἀδιακρίτως προσήγετο; τὸ τηνικαῦτα ἐδάκρυε μὲν ἀναμφιβόλως ἡ γῆ, ὁ δὲ τὰ σύμπαντα περιέχων κόσμος τῷ λύθρῳ χραινόμενος ἀπεκλάετο, ἥ γε μὴν ἡμέρα αὐτὴ τῷ πένθει τοῦ θεάματος ἐνεκαλύπτετο. Ἀλλὰ τί ταῦτα; αὐχοῦσι νῦν ἐπ' ἐκείνοις οἱ βάρβαροι οἱ τοὺς κατ' ἐκεῖνο καιροῦ ἐξ ἡμῶν φεύγοντας ὑποδεδεγμένοι καὶ φιλανθρώπῳ τηρήσαντες αἰχμαλωσίᾳ, ὅτι οὐ μόνον τὴν σωτηρίαν ἀλλὰ καὶ τὰ τῆς σεμνότητος αὐτοῖς κατέστησαν ἐν ἀσφαλείᾳ ἔχειν. καὶ νῦν τὸ Ῥωμαίων γένος κηλῖδα ταύτην διηνεκῆ φέρει, ἣν οἱ κατ' ἐκεῖνο καιροῦ τῆς Ῥωμαϊκῆς οἰκουμένης ἐλαυνόμενοι Χριστιανοὶ καὶ βαρβάροις προσφεύγοντες προσετρίψαντο. Ἀλλὰ τί τῶν θρήνων ἐκείνων καὶ τοῦ κοινοῦ τῆς οἰκουμένης πένθους ἐπὶ πλέον μεμνῆσθαί με δεῖ; οἴχονται λοιπὸν καὶ ἐκεῖνοι οἱ τοῦ μύσους αὐθένται, πρὸς διηνεκῆ κόλασιν τοῖς Ἀχέροντος βαράθροις ἐκδοθέντες, σὺν αἰσχρῷ τέλει. πολέμοις γὰρ ἐμφυλίοις καταμιγέντες οὔτ' ὄνομα οὔτε γένος αὐτῶν καταλελοίπασιν. ὃ δὴ οὐκ ἂν αὐτοῖς συμβεβήκει, εἰ μὴ ἡ ἀσεβὴς ἐκείνη τῶν τοῦ Πυθίου χρηστηρίων μαντεία κίβδηλον δύναμιν ἐσχήκει. Σὲ νῦν τὸν μέγιστον θεὸν παρακαλῶ· εἴης πρᾶός τε καὶ εὐμενὴς τοῖς σοῖς ἀνατολικοῖς, εἴης πᾶσι τοῖς σοῖς ἐπαρχιώταις ὑπὸ χρονίου συμφορᾶς συντριβεῖσι, δι' ἐμοῦ τοῦ σοῦ θεράποντος ὀρέγων ἴασιν. καὶ ταῦτά γε αἰτῶ οὐκ ἀπεικότως, ὦ δέσποτα τῶν ὅλων, ἅγιε θεέ· ταῖς σαῖς γὰρ ὑφηγήσεσιν ἐνεστησάμην σωτηριώδη πράγματα καὶ διήνυσα, τὴν σὴν σφραγῖδα πανταχοῦ προβαλλόμενος καλλινίκου ἡγησάμην στρατοῦ· κἄν πού τις τῶν δημοσίων καλῇ χρεία, τοῖς αὐτοῖς τῆς σῆς ἀρετῆς ἑπόμενος 2.55.2 συνθήμασιν ἐπὶ τοὺς πολεμίους πρόειμι. διὰ ταῦτά τοι ἀνέθηκά σοι τὴν ἐμαυτοῦ ψυχὴν ἔρωτι καὶ φόβῳ καθαρῶς ἀνακραθεῖσαν· τὸ μὲν γὰρ ὄνομά σου γνησίως ἀγαπῶ, τὴν δὲ δύναμιν εὐλαβοῦμαι, ἣν πολλοῖς τεκμηρίοις