1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

33

διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἤτε ὃ πρὸ προσώπου Κυρίου πορεύεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἢ τὸ τούτων φοβερώτερον, ὃ τῷ ἀκοιμήτῳ 14Α_152 σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς».

ΑΠΟΚΡΙΣΙΣ Ἐκείνοις ἐπιβρέχεται «Σοδομιτικὸν πῦρ», τοῖς τὸν νόμον τῆς φύσεως τῇ

παραχρήσει πατήσασιν· ἔστιν δὲ τοῦτο ὁ τῆς συνειδήσεως ἔλεγχος, ὅτ᾽ ἂν πυρὸς δίκην ταύτην κατακαίει. Θεῖον δέ ἐστιν αἱ διάφοροι περιστατικαὶ συμβάσεις, καταιγίδες δὲ αἱ ἀθρόαι περιστάσεις, αἵτινες μιγνύμεναι σφοδροτέρως ἀλγυνοῦσιν. Ἐκεῖνοι δὲ τὴν συνείδησιν καίονται κατὰ μίμησιν τοῦ διαβόλου καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὅσοι διὰ τῆς ὑπερηφανίας φθονερῶς τὴν τοῦ Θεοῦ πρόνοιαν διαβάλλουσιν καὶ τῇ πρὸς τὸν πλησίον κέχρηνται ἀπάτῃ. Τὸ δὲ «ὃ πρὸ προσώπου Κυρίου πορεύεται» φλογίζον «τοὺς ἐχθροὺς αὐτοῦ» πῦρ ἐστιν αἱ τοῦ Θεοῦ ἐνέργειαι· αὗται γὰρ χαρακτηρίζουσιν τὸ τοῦ Θεοῦ πρόσωπον, οἷον, τὸ ἀγαθόν, τὸ φιλάνθρωπον, τὸ πρᾶον καὶ τὰ τούτοις ὅμοια· αἵτινες τοὺς μὲν οἰκείως ἔχοντας πρὸς αὐτὰ φωτίζουσιν, τοὺς δὲ ἐναντίως ἔχοντας καὶ ἀπηλλοτριωμένους τῆς ὁμοιότητος φλέγουσιν. Καὶ ταῦτα μὲν τὰ εἴδη τοῦ πυρὸς οὐκ εἶπεν διαιωνίζειν, διότι κατὰ τὸν Νύσσης Γρηγόριον δεῖ τὴν φύσιν τὰς ἰδίας ἀπολαβεῖν δυνάμεις καὶ τῇ ἐπιγνώσει ἀποκαταστῆναι εἰς ὅπερ γέγονεν ἐξαρχῆς, ὥστε τὸν ∆ημιουργὸν ἀναίτιον ἀποδειχθῆναι τῆς ἁμαρτίας. Ἐκεῖνο δὲ φοβερώτερον εἶπεν τὸ πῦρ, ὃ τῷ αἰωνίῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον ἀλλὰ καὶ διαιωνίζον τοῖς πονηροῖς· ὅπερ, φαινομένου τοῦ θείου καὶ εἰς ἀπόλαυσιν προκειμένου τοῖς ἀξίοις, τοὺς μὴ διὰ τῶν ἀγαθῶν ἔργων ἑαυτοὺς λαμπρύνοντας, δίκην σκώληκος ἀεὶ τὴν μνήμην ἀνακινούσης, καὶ ἀναλογιζομένους τὴν ἀποτυχίαν καὶ στέρησιν τοῦ ἀγαθοῦ ἀπεράντως κατεσθίει καὶ βασανίζει διηνεκῶς πυρὸς σφοδρότερον.

14Α_154 ΕΡΩΤΗΣΙΣ 100 Ἐκ τοῦ αὐτοῦ εἰς τὸν 'Περὶ χαλάζης' λόγον εἰς τὸ «οὐ δέχομαι πηγὴν

φράσσεσθαι καὶ χειμάρρουν φέρεσθαι». ΑΠΟΚΡΙΣΙΣ Πηγή ἐστιν ἡ εὐαγγελικὴ διδασκαλία, ἀεὶ διὰ πίστεως βλύζουσα, χείμαρρος

δὲ ἡ ἔξω φιλοσοφία, ἐν μόνῳ τῷ λόγῳ τὸ πειθανὸν ἔχουσα. Καὶ ἄλλως· πηγή ἐστιν ὁ τῷ λόγῳ τὸν βίον ἔχων συμφωνοῦντα, χείμαρρος δὲ ὁ ἄπρακτος λόγος, ἐν μόνῃ τῇ προφορᾷ τὴν ἀκοὴν γοητεύων. Ἢ καὶ ἄλλως· πηγή ἐστιν ὁ κατὰ τὸν νοῦν τῶν ἐγκειμένων τοῖς μανθάνουσιν τὴν παράδοσιν ποιούμενος, χείμαρρος δὲ ὁ κατὰ τὸ γράμμα διδάσκων.

ΕΡΩΤΗΣΙΣ 101 Ἐκ τοῦ αὐτοῦ· «περὶ τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, ἐάν τε

καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολλὴν ἄβυσσον». ΑΠΟΚΡΙΣΙΣ Ἄβυσσος λέγεται ἡ ἀκαταληψία ἡ ἐκ τοῦ βύειν ἤγουν ἐκ τοῦ φράσσειν, κατὰ

τὸ εἰρημένον ἐν τῷ ψαλμῷ περὶ τῆς βυούσης τὰ ὦτα ἀσπίδος ἀντὶ τοῦ "τῆς φραττούσης"· ὡς οὖν πρὸς ἡμᾶς τοὺς μὴ δυναμένους ἐν περιλήψει γενέσθαι τῆς τὰ κρίματα βλυζούσης προνοίας εἰσὶν ἀκατάληπτα, κατ᾽ ἄλλον δὲ τρόπον ληπτά.

ΕΡΩΤΗΣΙΣ 102 Ἐκ τοῦ αὐτοῦ· «πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς 14Α_156 κατὰ τὸν

ἅγιον Ἡσαΐαν; οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκριτον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι ἔδοξεν». ΑΠΟΚΡΙΣΙΣ Ἐὰν σταθμίζεται ἡ ἐλεημοσύνη τοῦ Θεοῦ, καὶ περιγράφεται εἰκότως. Μᾶλλον

οὖν τοῦτο χρὴ ὑπολαμβάνειν, ὅτι ὥσπερ ἔχομεν δύναμιν ὀπτικὴν καὶ ἀκουστικὴν