1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

34

καὶ ἀναπνευστικὴν οὐχ ὅλον εἰσδεχομένας τὸν ἀέρα ἢ τὸ φῶς ἢ τὴν φωνήν ἐπεὶ οὐκ ἂν ἄλλῳ ὑπελείφθη ἡ ἐκ τούτων μετοχή ἀλλὰ κατὰ τὴν ἀναλόγως προσοῦσαν δύναμιν ἑκάστῳ μετέχει, οὕτως καὶ ἡ τοῦ Θεοῦ ἐλεημοσύνη κατὰ τὴν ἑκάστου τῶν ὑποκειμένων διαθέσεων ποιότητα καὶ τὴν ἄφεσιν καὶ τὴν χάριν δίδωσιν· οἷον, τελείως τις μετενόησεν, τελείως καὶ ἀφίεται· μερικῶς μετενόησεν, μερικῶς καὶ ἀφίεται· ὡσαύτως καὶ ἐπὶ τοῦ ἀγαπῶντος.

ΕΡΩΤΗΣΙΣ 103 Ἐκ τοῦ αὐτοῦ· «καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημάτων καὶ ποτήριον ἐν

χειρὶ Κυρίου προσαγορευομένη καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαιρεῖ τι τῆς ἀξίας καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλανθρωπίᾳ κίρνησι· κλίνων μὲν ἀπὸ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον».

ΑΠΟΚΡΙΣΙΣ «Χεὶρ Κυρίου» ἐστὶν ἡ δημιουργικὴ δύναμις καὶ συντηρητικὴ καὶ τοῦ εὖ

ποιητικὴ καὶ τοῦ φεῦ ἀποποιητική· πᾶσα οὖν ἁμαρτία, ἅμα ὑποστῇ, καὶ τὴν ἐκ τοῦ τέλους ἐπ᾽ αὐτῇ κρίσιν ἔχει παραπεπηγμένην. 14Α_158 Κλινεῖ δὲ ἀπὸ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον, διὰ τῶν σωτηρίων ἐντολῶν ὑποτιθεμένη τῇ ψυχῇ τὴν κενωτικὴν τῆς τοιαύτης κρίσεως μετάνοιαν.

ΕΡΩΤΗΣΙΣ 104 Ἐρώτησις ἀπόρου ἐκ τοῦ 'Περὶ εὐταξίας' λόγου τοῦ ἁγίου Γρηγορίου τοῦ

Θεολόγου· «πῶς λόγος νοῦ γέννημα καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ»; Περὶ ποίου ἄρα λέγει λόγου, τοῦ ἐνδιαθέτου ἢ τοῦ προφορικοῦ;

ΑΠΟΚΡΙΣΙΣ Φασὶν οἱ πατέρες ἡμῶν μὴ εἶναι τὸ ἄφετον καὶ ἁπλοῦν κατὰ τὴν οὐσίαν ἢ

μόνον τὸ Θεῖον, τὰ δὲ ἄλλα πάντα, ὅσα μετὰ Θεὸν καὶ ἐκ Θεοῦ τὸ εἶναι ἔχει, ἐξ οὐσίας καὶ ποιότητος ἤτουν δυνάμεως εἶναι, τουτέστιν ἐξ οὐσίας καὶ συμβεβηκότος. Εἰ δὲ τοῦτο, πάντως καὶ ἡ ψυχὴ νοῦς ὑπάρχουσα κατὰ τὴν δύναμιν αὐτῆς, ἔχει ὡς ἀγέννητον ἑαυτήν, ἑαυτῷ γεννῶντα γεννητῶς, ὡς εἶναι τὸν λόγον τὸν ἐν τῷ νῷ καὶ ἐκ τοῦ νοῦ γεννώμενον ἄλλον αὐτῷ ἐκεῖνο τὸν γεννῶντα νοῦν μετὰ τῆς κατὰ τὴν γέννησιν ἰδιότητος τῆς μηδαμῶς δεχομένης ἀντιστροφήν. Αὐτὸς οὖν ὁ λόγος ὁ οὕτω καὶ ὢν καὶ γεννώμενος, τῆς ὑπουργοῦ φύσεως τὴν φωνὴν λαμβάνων, προφέρεται καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ, διὰ τῆς τοῦ δεχομένου ἀκοῆς τῷ νῷ παραπεμπόμενος. Γεννᾷ δὲ λόγον ἐν ἄλλῳ νοΐ, οὐ δημιουργῶν λόγον ἐν ἄλλῳ ἀλλὰ διδοὺς εἴδους, ἵν᾽ οὕτως εἴπω, καὶ μορφῆς δύναμιν πρὸς τὸ σχηματίσαι νόημα τῷ ἀκούοντι.

14Α_160 ΕΡΩΤΗΣΙΣ 105 Ἐκ τοῦ λόγου τοῦ εἰρηνικοῦ τοῦ αὐτοῦ ἁγίου Γρηγορίου· «τριάδα τελείαν ἐκ

τριῶν τελείων, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης διὰ τὴν ὕλην καὶ τὸ εἶδος ἐξ ὧν καὶ τὰ σώματα, τριάδος ὁρισθείσης διὰ τὸ τέλειον· πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν».

ΑΠΟΚΡΙΣΙΣ Οὐ τοῦ εἶναι τὴν θείαν καὶ μακαρίαν Τριάδα αἰτίαν ἐνταῦθα τίθεται, τῆς ὑπὲρ

αἰτίαν καὶ λόγον, ἀλλὰ τῆς ἡμῶν πρὸς τὴν ἀληθεστάτην εὐσέβειαν τῆς ἁγίας Τριάδος χειραγωγίας. Ὥσπερ γὰρ ἐκ τῆς οὐσίας τῶν ὄντων τὸν γενεσιουργὸν ἐννοοῦμεν, οὕτω καὶ τὸν τρόπον τῆς ὑπάρξεως τῆς ὑπεραρρήτου θεότητος ἔκ τινων τῶν κατὰ τὰ ὄντα συμβόλων μυστικῶς διδασκόμεθα, αὐτῆς δηλονότι τῆς ἁγίας θεότητος κινούσης ἡμᾶς εἰς ἐπίγνωσιν ἑαυτῆς καὶ εὐσεβεῖς παρεχούσης ἀφορμὰς πρὸς τὸ τολμᾶν ἐξετάζειν τὸν τρόπον τῆς ὑπερφυοῦς αὐτῆς ὑπάρξεως. Λέγεται οὖν κινεῖσθαι ἢ δι᾽ ἡμᾶς τοὺς ἐπ᾽ αὐτὴν κινουμένους ἢ ὡς αἰτία τῆς ἡμῶν πρὸς τὴν γνῶσιν αὐτῆς κινήσεως. Ἐκίνησεν οὖν ἑαυτὴν ἐν ἡμῖν πρὸς τὸ γνῶναι ὅτι ἔστιν τις