1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

36

Νύκτα ἐκάλεσεν τὰς τοῦ ἐχθροῦ κεκρυμμένας δολερὰς προσβολάς, ἡμέραν δὲ τοὺς ὁμολογημένους καὶ ἐν φανερῷ πειρασμούς. Ὁ οὖν τὴν ἕξιν τῆς θείας γνώσεως εἰληφὼς καὶ μηδὲν ἀγνοῶν τῶν τοῦ ἐχθροῦ νοημάτων οὐ φοβεῖταί τι τῶν κεκρυμμένων τοῦ ἐχθροῦ προσβολῶν· φόβος γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προσδοκώμενον κακόν. Ἀλλὰ μὴν καὶ ἀνάπαυσιν ἡγεῖται τοὺς ὑπὲρ τῶν ὁμολογημένων πειρασμῶν πόνους διὰ τὴν ἐγγινομένην ἐκ τῆς πρὸς αὐτοὺς συμπλοκῆς τῇ ψυχῇ δοκιμασίαν καὶ τὴν ἐλπιζομένην ἐκ ταύτης μακαρίαν ἐκδοχὴν τοῦ στεφάνου τῆς ἀφθαρσίας.

ΕΡΩΤΗΣΙΣ 111 Ἐκ τοῦ Ἀποστόλου πρὸς Ῥωμαίους· «συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς

ἀπείθειαν». ΑΠΟΚΡΙΣΙΣ Καθάπερ ἀποδρᾶσαν καὶ πλανώμενον κτῆνος διώκει ὁ ἴδιος δεσπότης, ἐπὰν

δὲ συγκλείσει αὐτὸ μετὰ τῶν διωκόντων καὶ εὕρῃ αὐτὸ τετραυματισμένον ἐπιμελεῖται αὐτοῦ, οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας συνέκλεισεν ἀντὶ τοῦ "κατέλαβεν" καὶ ηὗρεν πάντας ἀπειθεῖς καὶ ἁμαρτωλούς, καὶ ἐλεήσας διέσωσεν.

ΕΡΩΤΗΣΙΣ 112 Ἐκ τοῦ αὐτοῦ· «ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει». ΑΠΟΚΡΙΣΙΣ Οὐ περὶ σωματικῆς νόσου τοῦτο εἴρηται τῷ Ἀποστόλῳ ἀεὶ γὰρ ἔχαιρεν ἐπὶ

ταῖς τοῦ σώματος νόσοις ἀλλὰ τῷ ἀσθενοῦντι 14Α_168 κατὰ ψυχὴν λάχανα ἐσθίειν προστάσσει, τουτέστιν τὰ σχέδια καὶ λιτὰ καὶ εὐκατέργαστα καὶ μὴ λιπαίνοντα τὴν σάρκα. Καὶ ταῦτα μὲν ὁ πρόχειρος νοῦς· κατὰ δὲ τὴν θεωρίαν, ἐκεῖνος ἀσθενεῖ καὶ λάχανα ἐσθίει, ὅστις ἀδυνάτως ἔχει πρὸς τὸ ὕψος τῆς γνώσεως ἀναβῆναι καὶ κατὰ Μωσέα αὐτῷ τῷ γνόφῳ οὗ ἐστιν ὁ Θεὸς ἐμπελάσαι, ἀλλ᾽ ἀκμὴν εἴτε τῶν τοῦ λαοῦ εἷς εἴτε καὶ τῶν ὑψηλοτέρων τούτων τῶν ἑβδομήκοντα πρεσβυτέρων τυγχάνων, τὴν φυσικὴν θεωρίαν δίκην λαχάνων τρέφεται.

ΕΡΩΤΗΣΙΣ 113 Ἐκ τοῦ αὐτοῦ· «λέγω μὲν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ

ἀληθείας». ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατ᾽ ἀρχὰς ἀπατηθεὶς ὁ ἄνθρωπος καὶ ἐν παραβάσει γενόμενος

παρεσυνεβλήθη τοῖς κτήνεσιν καὶ κατεδικάσθη κατὰ τὸν αὐτῶν τρόπον καὶ γεννᾶσθαι καὶ ἀποθνῄσκειν, ὁ δὲ Κύριος τὸ ἴδιον πλάσμα εἰς τέλος ἀπολέσθαι μὴ ἀνασχόμενος κατὰ μὲν διαφόρους καιροὺς τὴν αὐτοῦ διεπραγματεύετο σωτηρίαν, ἐν δὲ τῷ Ἀβραὰμ ἐκδηλότερον ἐποιεῖτο τὴν μέλλουσαν ἔσεσθαι διὰ τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας σωτηρίαν, ὅθεν μετὰ πάσας τὰς πρὸς αὐτὸν ἐπαγγελίας δίδωσιν αὐτῷ τὴν περιτομήν, ἥτις ἐδήλου τὴν περιαίρεσιν τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, ἐπεὶ οὖν πάντες οἱ ἅγιοι περιέτεμον μὲν τὸ ἐμπαθὲς τῆς ψυχῆς μέρος, οὐ μὴν εἰς τὸ παντελὲς περιεῖλαν ὑπέκειντο γὰρ τῇ καταδίκῃ τῆς φύσεως, γεννηθέντες ἐκ συνουσίας , αὐτὸς ἐλθὼν ὁ Κύριος ὁ καὶ ∆εσπότης τῆς φύσεως, ὁ καὶ δοὺς τῷ Ἀβραὰμ τὴν περιτομήν, διάκονος ταύτης καὶ πληρωτὴς ἀληθῶς γέγονεν, τὴν παντελῆ τῆς ἐμπαθοῦς γεννήσεως περιαίρεσιν 14Α_170 ποιησάμενος· ἄνευ γὰρ σπορᾶς συνελήφθη καὶ δίχα φθορᾶς ἐγεννήθη.

ΕΡΩΤΗΣΙΣ 114 Ἐκ τοῦ αὐτοῦ· «καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου

ἐγερθῆναι». ΑΠΟΚΡΙΣΙΣ