37
Καιρὸν λέγει τὸν τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ ὅτι δεῖ πιστεύσαντας καὶ δικαιωθέντας πρὸς φυλακὴν τῆς ἐκ πίστεως καὶ χάριτος δικαιώσεως τῶν ἀρετῶν ἐκθύμως ἀντέχεσθαι καὶ κοιμωμένους διὰ τῆς ἀπραξίας τῶν ἐντολῶν καὶ πρὸς τὰ πνευματικὰ καὶ θεῖα τὸν νοῦν ἔχοντας ἀνενέργητον ἐξεγερθῆναι τῇ καρδίᾳ καὶ ἐγρήγορον ἔχειν τὸν νοῦν πρὸς τὰ οὐράνια καὶ νοητὰ κάλλη, πᾶσαν αἴσθησιν πρὸς τὰ αἰσθητὰ κατακοιμήσαντας, ἵνα ἐξῇ ἡμῖν κατὰ τὸν Σολομῶντα λέγειν "ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ".
ΕΡΩΤΗΣΙΣ 115 Ἐκ τοῦ αὐτοῦ· «εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ
αὐτῶν;» ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ περὶ τῶν νεκρῶν σωμάτων λέγει ταῦτα γάρ ἐστιν τὰ πίπτοντα καὶ
ἀνιστάμενα βαπτιζόμεθα δὲ ὑπὲρ τῆς τούτων ἀναστάσεως τὸ γὰρ βάπτισμα τύπον φέρει τῆς ταφῆς καὶ τῆς ἀναστάσεως· ἡ γὰρ κατάδυσις καὶ ἀνάδυσις τοῦτο δηλοῖ , ὁ Απόστολος τοὺς ἐνδυάζοντας περὶ τῆς ἀναστάσεως ἐπιστομίζων ἔφη· "τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;" Ὁ γὰρ τὸν τύπον ἐνταῦθα τῆς ταφῆς καὶ τῆς ἀναστάσεως διὰ τοῦ βαπτίσματος 14Α_172 ἐπιτελῶν ἐκδέξεται καιροῖς ἰδίοις καὶ τὴν παντελῆ κατ᾽ ἀλήθειαν ἔσεσθαι ἀνάστασιν.
ΕΡΩΤΗΣΙΣ 116 Τί σημαίνει ἡ ἐν ταῖς Πράξεσιν δειχθεῖσα τῷ Πέτρῳ ὀθόνη καὶ τὰ ἐν αὐτῇ
ὑπάρχοντα θηρία καὶ ἑρπετὰ καὶ τετράποδα; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατὰ τὸ ὀφθὲν τῷ προφήτῃ Ἰεζεκιὴλ ὅτι «τὸ ἔργον αὐτῶν ἧν ὡς
τροχὸς ἐν τροχῷ», δηλοῦται δὲ διὰ τούτων ὅ τε αἰσθητὸς καὶ νοητὸς κόσμος ἐν ἀλλήλοις ὑπάρχοντες ὁ μὲν γὰρ νοητὸς κόσμος τοῖς τύποις ἐστὶν ἐν τῷ αἰσθητῷ, ὁ δὲ αἰσθητὸς κόσμος τῷ λόγῳ ἐστὶν ἐν τῷ νοητῷ ἐδείκνυτο οὖν τῷ Ἀποστόλῳ πάντα τὰ τοῦ αἰσθητοῦ κόσμου· τὸ γὰρ «τέσσαρσιν ἀρχαῖς καθιέμενον» τὸν ἐκ τεσσάρων στοιχείων συγκείμενον κόσμον δηλοῖ, ἐν τῷ νοητῷ ὑπάρχοντα καθαρὸν κατὰ τὸν ἐν αὐτοῖς ἐνυπάρχοντα λόγον. Ἤκουεν δὲ "ἀναστὰς θῦσον καὶ φάγε", τουτέστιν "τῷ νῷ διανάσθητι ἐκ τῶν κατ᾽ αἴσθησιν καὶ θῦσον καὶ φάγε, τῇ τοῦ λόγου διαιρέσει τὴν αἴσθησιν διελὼν καὶ πνευματικῶς ταῦτα ἀναλαμβάνων οἰκείωσαι". Ἢ καὶ τὴν Ἐκκλησίαν δηλοῖ τέσσαρσιν ἀρχαῖς τῶν Εὐαγγελίων στηριζομένην ἢ καὶ ταῖς τέσσαρσιν γενικαῖς ἀρεταῖς. Τὰ δὲ θηρία καὶ ἑρπετὰ τὰ διάφορα τῶν ἀνθρώπων ἤθη δηλοῦσιν τὰ ἐκ τῶν ἐθνῶν μέλλοντα τῇ πίστει τοῦ Χριστοῦ προσχωρεῖν. Τὸ δὲ θῦσον καὶ φάγε δηλοῖ ὅτι "πρῶτον τῷ λόγῳ τῆς διδασκαλίας ἀπόκτεινον τὴν ἐν αὐτοῖς κακίαν καὶ τότε φάγε τὴν σωτηρίαν αὐτῶν οἰκειούμενος, καθὼς καὶ ὁ Κύριος ταύτην ἑαυτῷ βρῶσιν ἐποιεῖτο".
14Α_174 ΕΡΩΤΗΣΙΣ 117 Τί δηλοῖ ἐν ταῖς αὐταῖς Πράξεσιν ὁ τῶν πέντε μυριάδων ἀριθμὸς τῶν
καέντων βιβλίων; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ ἀριθμὸς τῆς μυριάδος τέλος ἐστὶν παντὸς ἀριθμοῦ, δηλοῦται διὰ
τούτου ὅτι πάσης μαγείας καὶ περιεργίας τέλος ἄλλο οὐκ ἔστιν εἰ μὴ ἡ τῶν αἰσθητῶν πλάνη, ἣν οἱ διαγινώσκοντες τῷ πυρὶ τῆς ἀποστολικῆς διδασκαλίας κατακαίουσιν.
ΕΡΩΤΗΣΙΣ 118 Τίς ἡ αἰτία τοῦ ἐκπνεῦσαι τὸν Κύριον ἐν τῷ σταυρῷ πρὸ τῶν λῃστῶν καὶ τί
δηλοῦσιν οἱ λῃσταὶ καὶ αἱ κλάσεις τῶν σκελῶν; ΑΠΟΚΡΙΣΙΣ