38
Ἐπειδὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Θεὸς ὢν φύσει, σάρκα ἀναλαβὼν τὴν ἡμετέραν κατὰ ἀλήθειαν γέγονεν μόνος ἄνθρωπος, μόνος τὸν τοῦ Θεοῦ σκοπὸν ἐν ἑαυτῷ φυλάξας, ὅνπερ εἶπεν "ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν", καὶ καθάπερ ὁ πρῶτος ἄνθρωπος ταῖς θείαις χερσὶν διεπλάσθη, οὕτως καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον ἀποθνῄσκων ὁ Κύριος μόνος καὶ πρῶτος ταῖς πατρικαῖς παλάμαις τὴν αὐτοῦ ψυχὴν ἐναπέθετο. Καὶ ὥσπερ ἦν καὶ ἐγένετο μονογενὴς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτως καὶ τὸν ἀναιρέτην τοῦ θανάτου θάνατον μόνος καὶ πρῶτος ὑπομεῖναι κατεδέξατο, ἵνα γένηται καὶ πρωτότοκος ἐκ νεκρῶν καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύων.
Οἱ δὲ λῃσταὶ λαμβάνονται ἐπὶ τῆς ἡμετέρας φύσεως διαιρουμένης 14Α_176 εἰς δικαίους καὶ ἁμαρτωλούς. Ἡ δὲ τῶν σκελῶν κλάσις δηλοῖ ὅτι πάντας μὲν ἀνθρώπους ἀποθνῄσκοντας οὐκ ἄνευ πλημμελημάτων καὶ συντριβῆς ἁμαρτίας εὑρίσκεσθε, μόνος δὲ ὁ Κύριος σῶος καὶ ἄνευ τῆς οἱασοῦν ἁμαρτίας ἀπέθανεν. Εἰς δὲ τὸν καθένα λαμβάνονται οἱ λῃσταὶ πολλαχῶς· λαμβάνονται γὰρ καὶ ἐπὶ σώματος καὶ ψυχῆς, καὶ ἐπὶ τοῦ σαρκικοῦ καὶ πνευματικοῦ φρονήματος, ἀλλὰ καὶ ἐπὶ θυμοῦ καὶ ἐπιθυμίας, καὶ ἐπὶ τοῦ αἰσθητοῦ κόσμου καὶ τοῦ νοητοῦ, καὶ ἐπὶ τοῦ γραπτοῦ νόμου καὶ τοῦ τῆς χάριτος. Ἐπειδὴ δὲ καὶ ἁμαρτανόντων ἡμῶν καὶ δικαιοπραγούντων ἀεὶ ὁ λόγος συγκαταβαίνων μέσος ἡμῶν σταυροῦται, ἡνίκα οὖν διὰ τῆς ἡμῶν κακοπραγίας καὶ ἀγνοίας τὸν λόγον ἀνενέργητον καὶ κλίνοντα κάτω ποιήσωμεν, εὐθέως οἱ δαίμονες ἐπιπηδῶντες τὰς πορευτικὰς καὶ διαβατικὰς τῆς ψυχῆς δυνάμεις ἡμῶν κατακλάννουσιν.
ΕΡΩΤΗΣΙΣ 119 Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ τὸν
Παῦλον ὀπτασίᾳ; Ἐν μὲν γὰρ τῇ κατὰ τὴν ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς τοὺς μετ᾽ αὐτοῦ ὄντας τῆς φωνῆς μὲν ἀκοῦσαι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν λέγει τοὺς μετ᾽ αὐτοῦ ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι.
ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἐπιστημόνως ἑρμηνεύσας τὸν
τόπον ἔφη ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα "τῆς φωνῆς ἤκουον οἱ συνόντες", τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης "τίς εἶ, Κύριε;" οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον. Ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα 14Α_178 τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει αὐτοὺς μὴ ἀκηκοέναι τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τεθεᾶσθαι. Κατὰ δὲ τὴν θεωρίαν οὕτως ἐκληπτέον τὸν τόπον· ὁ γνωστικὸς νοῦς κατὰ τὸν Παῦλον ἔχει συνόντας αὐτῷ τοὺς λογισμούς· κατὰ οὖν τὴν πρώτην τοῦ Λόγου πρὸς τὸν νοῦν γινομένην ἐμφάνειαν οἱ λογισμοὶ ἀπηχήματα μόνον καὶ ἰνδάλματα τῆς γνώσεως ἀκούουσιν, οὐδὲν δὲ τετρανωμένον θεωροῦσιν· προκόπτοντος δὲ τοῦ νοῦ καὶ ἐπὶ τῶν ἀναβαθμῶν γινομένου, τουτέστιν ἐπὶ τῆς ὑψηλῆς θεωρίας, οὐκέτι οἱ λογισμοὶ ἰνδαλμάτων ἀλλὰ τοῦ φωτὸς τῆς γνώσεως τέλειον ἐν μετουσίᾳ γίνονται.
ΕΡΩΤΗΣΙΣ 120 Πῶς ὀφείλει εὐσεβῶς νοηθῆναι ἡ ἐν τῇ Γραφῇ κειμένη τοῦ Θεοῦ μεταμέλεια; ΑΠΟΚΡΙΣΙΣ Φασὶν οἱ τὰ θεῖα εὐσεβῶς φρονεῖν διεγνωκότες ἀδύνατον εἶναι τὸν Θεόν,
φύσει ὄντα δημιουργόν, καὶ μὴ προνοητὴν εἶναι φύσει τῶν δεδημιουργημένων. Εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσά ἐστιν, φυσικῶς προνοουμένου τοῦ Θεοῦ τῆς ἀνθρωπότητος, πολλοὺς εἶναι παρ᾽ αὐτῷ τοὺς περὶ τὴν προνοουμένην φύσιν τῆς σωτηρίας τρόπους.