μεθέηκα χερείονά περ καταπέφνων». ἀγαπητὸν γὰρ τῷ μεγάλα λυπουμένῳ, εἰ καὶ μικρόν τι παρηγορίας προσάψεται. καὶ ἄλλως δέ, μέγα τὸ τὸν Ἄρητον ἀναιρεθῆναι παρασπιζόμενον ὑπὸ Αἰνείου καὶ Ἕκτορος. ὡς γοῦν ἐκείνους νικήσας χαίρει ὁ Αὐτομέδων. (ῃ. 541 ς.) Ὅτι ἐν τῷ «ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς» σεμνῶς καὶ γοργῶς φράζει τὰ κατὰ τὸν Αὐτομέδοντα, ᾑμαγμένον τῷ τοῦ πεφονευμένου αἵματι, σεμνῶς μὲν διὰ τὴν πρὸς λέοντα παραβολήν, γοργῶς, δὲ διὰ τὴν συντομίαν τῆς τε παραβολῆς καὶ τῆς τοῦ πράγματος ἀφηγήσεως. Περὶ δὲ τοῦ «κατὰ ταῦρον ἐδηδώς», καὶ τοῦ «ἶνα τάμῃσι διὰ πᾶσαν», ἤγουν διακόψῃ τοὺς περὶ τὸ ἰνίον τένοντας, καὶ τῶν λοιπῶν τοιούτων σχημάτων, ἃ δοκοῦσιν ὑπερβατὰ εἶναι, 4.89 προείρηται τὰ δέοντα. (ῃ. 543) Ὅτι πολέμου μεγάλου ἐπιστημονικοῦ ἔνδειξις τὸ «τέτατο κρατερὴ ὑσμίνη ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη». (ῃ. 546) Μεταμέλου δὲ ἴδιον τὸ «δὴ γὰρ νόος ἐτράπετο αὐτοῦ», ὡς ἐνταῦθα τοῦ ∆ιός. (ῃ. 544-52) Ὅτι μέλλων εἰπεῖν, ὡς ἡ μυθικὴ Ἀθηνᾶ πορφυρέῃ νεφέλῃπυκασθεῖσα ἦλθεν εἰς Ἀχαιούς, «οὐρανόθεν καταβᾶσα» καὶ νῦν. «προῆκε γάρ» οὐχ', ὡς ἐν τοῖς πρὸ τούτων, λευκώλενος Ἥρη, ἀλλ' «εὐρύοπα Ζεὺς ὀρνύμεναι ∆αναούς», προλαμβάνει πρὸς ἀσφάλειαν τοῦ λόγου παραβολὴν τοιαύτην, εἰπὼν «ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει», ἤγουν εἰς μῆκος ἐκτενεῖ, «Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, ὣς Ἀθηνᾶ πορφυρέῃ νεφέλῃ πυκάσασα ἑαυτήν», ἢ μᾶλλον διαλελυμένως ἓ αὐτήν, ὡς Ὁμήρῳ γράφειν σύνηθες, «δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον», ὡς ὁ Ζεὺς ἐπετείλατο. εἴη δὲ ἂν πορφυρέα νεφέλη, ὡς αὐτὸς ὁ ποιητὴς παραβολικῶς ὑπεδήλωσεν, ἡ πορφυρέα ἶρις τοιαύτη ἐμφανταζομένη τῷ νέφει. Σημείωσαι δὲ ὅτι ὡς φωσφόρον τὴν Ἀθηνᾶν οὐχ' ἁπλῶς μελαίνῃ νεφέλῃ, ἀλλὰ λαμπρᾷ εἴκασε, δι' ἧς Ἶρις ἐμφαίνεται, καὶ οὐχ' ἁπλῶς Ἶρις, ἀλλὰ καί τι μέγα σημαίνουσα, οἷον πόλεμον ἢ μέγαν χειμῶνα. οὔκουν μόνον φυσικῶς οἶδεν ὁ ποιητὴς τὴν ἐν τοῖς νέφεσιν ἶριν, τροπὴν δηλοῦσαν ἀέρος, ἀλλὰ καὶ τερατωδῶς ἔστιν ὅτε, μάχης οὖσαν σημαντικήν. οὕτω καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ ἀστέρι τὴν φωσφόρον Ἀθηνᾶν εἴκασεν, ὃς καὶ αὐτὸς ἢ ναύταις σημεῖον τροπῆς ἀέρος γίνεται ἢ στρατιώταις πολέμου μεταβολῆς. (ῃ. 549) ∆υσθαλπέα δὲ τὸν ψυχρόν φησιν, ἐν ᾧ δυσχερὲς θάλπεσθαι. διὸ καὶ νεκροποιός ἐστι. (ῃ. 549 ς.) οὗ καὶ ἴδιον λέγει βιωτικῶς τὸ 4.90 ἔργων τοὺς ἀνθρώπους ἀναπαύειν, βλάπτειν δὲ τὰ ζῷα. μῆλα γὰρ εἰπὼν πάντα τὰ ζῷα ἐκ μέρους ἐνέφηνεν, ὡς δοκεῖ τοῖς παλαιοῖς, ἃ τῆς χειμερίας πειρᾶται κακώσεως, καθὰ καὶ Ἡσίοδος ἐν τῇ τοῦ χειμῶνος ἐκφράσει βούδορα εἰπὼν ἤματα προπαροξυτόνως κατὰ παθητικὴν σημασίαν, ἐν οἷς βόες ἀποδέρονται, ἢ κατὰ ἐνέργειαν παροξυτόνως τὰ τοὺς βοῦς ἐκδέροντα, διὰ τοῦ μέρους τῶν βοῶν δηλαδὴ πάντα ζῷα ἐδήλωσεν. ὅτι δὲ ὁ σφοδρὸς χειμὼν ἀναπαύει ἔργων ἀνθρώπους, δηλοῖ καὶ Ἡσίοδος, ὃς καὶ ὁρίζει καιρὸν τῇ τοιαύτῃ ἀναπαύσει, ὅτε ὁ Ληναιὼν ἐνίσταται μήν. (ῃ. 555) Ὅτι καὶ τὸν Φοίνικα εὔφωνον οἶδεν ὁ ποιητής, ἐν οἷς λέγει, ὡς ἡ Ἀθηνᾶ ὡμοιώθη «Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν». (ῃ. 556-9) Ὅτι τῷ παροτρύνοντί τινα εἰς μεγάλων ἄμυναν οἰκεῖον εἰπεῖν τὸ «σοὶ μὲν δὴ κατηφείη καὶ ὄνειδος ἔσσεται», εἰ τόδε γένηται, «ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα». Πρὸς Μενέλαον δὲ ταῦτά φησιν ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα Φοίνικι. ὁ δὲ θέλων, ἐφ' οἷς ἐλυπήθη, ἀμῦναι μέν, ἀκινδύνως δέ, εἴποι ἂν κατὰ τὸν Μενέλαον τὰ ἐφεξῆς· «εἰ γὰρ θεὸς δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι», ὡς καὶ ἀλλαχοῦ κεῖται, «ἐρωήν, τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν, μάλα γάρ με ὁ δεῖνα θανών», ἢ ἄλλως τόδε τι παθών, «ἐσεμάσσατο θυμόν», οὐχ' ἁπλῶς ἐπιπολῆς ἐλύπησεν, ἀλλ' ἐνεμάξατό μοι τὴν ἀλγηδόνα. οὗ τὸ ἐναντίον ἀπομάσσεσθαι καὶ ἐκμάσσεσθαι λέγεται. τοιαύτη δέ τις λέξις καὶ ἐν Ὀδυσσείᾳ κεῖται. ἢ καὶ ἄλλως, ἀντὶ τοῦ λίαν μοι καθίκετο τῆς ψυχῆς καὶ καθήψατο, ἀπὸ τοῦ μάσασθαι, ἐξ οὗ καὶ τὸ 4.91 «χειρὶ ἐπιμασάμενος», ὅ ἐστιν