1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

45

Τί δήποτε λέγοντος τοῦ Λουκᾶ ἐν ταῖς Πράξεσιν περὶ τοῦ Παύλου ὅτι «ἔσπευδεν, εἰ δυνατὸν ἦν αὐτῷ, ποιῆσαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς Ἱεροσόλυμα», φαίνεται γονυκλισίαν ποιήσας, ὃ τοῖς κανόσιν ἀπηγόρευται;

ΑΠΟΚΡΙΣΙΣ Οὐ περὶ αὐτῆς τῆς Πεντηκοστῆς ἐν ᾗ τὸ Πνεῦμα κατῆλθεν λέγει, ἀλλ᾽ ἐπειδὴ

αἱ πεντήκοντα ἡμέραι ἡμέρα λέγεται τῆς Πεντηκοστῆς, ἔσπευδεν ὁ Παῦλος τὴν ἀπὸ τῆς πασχαλίας πρώτην ἡμέραν ποιῆσαι εἰς Ἱεροσόλυμα, ὡς δῆλόν ἐστιν ὅτι ἐν ταῖς νηστείαις ἔκλινεν γόνυ.

14Α_208 ΕΡΩΤΗΣΙΣ 144 Τί δήποτε ὁ ἀπόστολος Παῦλος Ῥωμαῖον ἑαυτὸν ἀποκαλεῖ καὶ πρὸς τὸν

χιλίαρχον διαλεγόμενος ἔφη ὅτι "ἐγὼ δὲ καὶ γεγέννημαι"; ΑΠΟΚΡΙΣΙΣ Οἱ κατὰ πᾶσαν χώραν, ὡς δή τι μέγα τὸ Ῥωμαῖοι καλεῖσθαι νομίζοντες,

παρέχοντες δόσεις ἀπεγράφοντο Ῥωμαῖοι καὶ ἔτρεχεν εἰς τὸ γένος τὸ ὄνομα· ἐπειδὴ οὖν καὶ οἱ γονεῖς τοῦ ἀποστόλου ὄντες ἐν Ταρσῷ ἀπεγράφησαν εἰς τὸ καλεῖσθαι Ῥωμαῖοι, εἰκότως ὁ ἀπόστολος ὡς ἐξ αὐτῶν γεννηθεὶς λέγει ὅτι "ἐγὼ δὲ καὶ γεγέννημαι".

ΕΡΩΤΗΣΙΣ 145 Ἐκ τοῦ Ἀμὼς τοῦ προφήτου· «καὶ συναθροισθήσονται πόλεις δύο ἢ τρεῖς εἰς

μίαν πόλιν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν». Τί δηλοῦσιν αἱ πόλεις; ΑΠΟΚΡΙΣΙΣ Πόλεις ἐνταῦθα τὰς ψυχὰς ὑποληπτέον διὰ τὸ ὥσπερ οἰκίαις συγκεῖσθαι καὶ

δεκτικὰς εἶναι τῶν ἀρετῶν· δύο δὲ πόλεις τὰς διὰ πράξεως καὶ θεωρίας πεπολισμένας ψυχάς· τρεῖς δὲ τὰς διὰ τῆς ἀνενδυάστου πίστεως τὴν θεολογίαν κατορθούσας. Ἐπεὶ οὖν ὁ προφήτης ἐν εἴδει κατάρας τοῦτο ἔθηκεν, σημαίνει ὅτι ἡνίκα γένηται λιμός, οὐκ ἄρτου καὶ ὕδατος ἀλλὰ «λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου», κἂν εἰς τὸ μέτρον φθάσωσιν τῶν εἰρημένων ἀρετῶν αἱ τοιαῦται ψυχαί, ἀμελήσωσιν δέ, δοκοῦσιν μὲν ζητεῖν γνῶσιν, ἐπειδὴ δὲ τὴν πρᾶξιν οὐ μετέρχονται, ἀποτυγχάνουσιν· κἂν εἰ συνάγεσθαι δοκοῦσιν εἰς μίαν πόλιν, τουτέστιν εἰς τὸν διδάσκαλον, οὐκ ἐμπιπλῶνται γνώσεως· οὐδὲ γὰρ αὐτῷ 14Α_210 δίδοται τῆς διδασκαλίας ἡ χάρις, τοῦ δύνασθαι ποτίσαι τοὺς ἐνδεεῖς τὴν θείαν γνῶσιν.

ΕΡΩΤΗΣΙΣ 146 Ἐκ τοῦ αὐτοῦ· «πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν,

καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα». ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ πᾶς ἀριθμὸς εἰς τέσσαρας δεκάδας ἐμπεριέχεται οἷον, ἡ πρώτη ἀπὸ

τῆς μονάδος δεκάς, εἶτα πάλιν αὐτὴ τῆς ἑκατοντάδος ἐστὶν μονάς, εἶτα ἑκατοντὰς μονάς ἐστιν τῆς χιλιάδος, πάλιν ἡ χιλιὰς μονάς ἐστιν τῆς μυριάδος ἐπεὶ οὖν καὶ ὁ τῆς ἀρετῆς ἀριθμὸς κατὰ πρόσβασιν πληθύνεται καὶ τὴν προσθήκην λαμβάνει, τοῦτο οἶμαι δηλοῦσθαι διὰ τῶν ἀριθμῶν, ὅτι τὰς δέκα ἐντολὰς οὕτως κατορθώσας ὥστε ἑκάστην ἐντολὴν ἐμπεριέχεσθαι ταῖς λοιπαῖς, οὗτος δεκαπλασιάσας ταύτας ἦλθεν εἰς τὴν ἑκατοντάδα καὶ κατὰ τὴν Σάρραν τὸ «ρ» προσθήκην ἐδέξατο. Ὅστις δὲ καὶ τὴν ἐπὶ τούτοις γνῶσιν κατώρθωσεν δεκαπλασιάσας τὰ ἑκατὸν ἦλθεν εἰς τὴν χιλιάδα. Ἐπειδὴ δὲ καὶ τοῦτο τῷ προφήτῃ ἐν εἴδει κατάρας εἴρηται, τοῦτο δηλοῖ ὅτι διὰ τῆς ἀμελείας ὁ εἰς τὸ μέτρον τῆς κατὰ τὴν ἀρετὴν χιλιάδος ἐλθὼν ὑφίεται καὶ εἰς τὴν ἑκατοντάδα ἔρχεται· ὡσαύτως καὶ ὁ ἀπὸ τῆς κατὰ τὴν πρᾶξιν ἑκατοντάδος εἰς μόνην τὴν κατὰ τὸ ἦθος τῶν ἐντολῶν παρατήρησιν ἔρχεται ἢ καὶ Ἰουδαϊκῶς ταύτας ἐπιτελεῖ.