κατὰ τὸ «ὀρώρει δ' οὐρανόθεν νύξ».] (ῃ. 648-50) Καὶ ὁ Ζεύς-οὐ γὰρ διαπίπτειν εὔλογος οἶδεν εὐχή-»ὀλοφύρατο δακρυχέοντα. αὐτίκα δ' ἠέρα σκέδασεν», ἤγουν τὸ πάχος τοῦ νέφους διέλυσε, «καὶ ἀπῶσεν ὁμίχλην, ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐτὶ πᾶσα φαάνθη». (ῃ. 650) Καὶ ὅρα τὸ «πᾶσα». τὰ πρὸ τούτου γὰρ οὐ πᾶσα πεφώτιστο, καθὰ προδεδήλωται. (ῃ. 646) Αἴθρην δὲ τὴν λάμψιν λέγει, τὴν εὐδίαν, τὴν αἰθρίαν, ἣν καὶ αἰθέρα εἰπεῖν ἔφθη ἐν τῷ «εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι». ∆ῆλον δὲ ὡς ἐνταῦθα φανερῶς ἀντιδιεῖλεν ἀλλήλαις τὴν ἠέρα καὶ τὴν αἴθρην, εἰπὼν «ῥῦσαι ὑπ' ἠέρος, ποίησον δ' αἴθρην». τούτων δὲ τὴν μὲν ἠέρα ἐπὶ πλέον διασαφῶν ἔφη «ἠέρα μὲν σκέδασεν», ἤγουν ἀπῶσεν ὀμίχλην, τὴν δὲ αἴθρην ἀναπτύσσων εἶπεν «ἐν δὲ φάει καὶ ὄλεσσον», ὡς τῆς ἠέρος οἷα ὁμιχλώδους, μὴ ἐχούσης φάος, εἴγε κατέχει ὁμῶς ἄνδρας τε καὶ ἵππους, καὶ δι' εὐχῆς ἔστι ῥυσθῆναι ὑπ' ἠέρος υἷας Ἀχαιῶν. ἔτι δὲ καὶ ἄλλως, «ἠέλιος δ' ἐπέλαμψε», καὶ πάλιν «μάχη δ' ἐπὶ πᾶσα φαάνθη», ὡς τῆς ἠέρος μὴ τοιαύτης οὔσης. Γίνεται δὲ ἡ αἴθρη ἀπὸ τοῦ αἰθήρ αἰθέρος, ὡς γαστέρος γάστρη, πατέρος πάτρη. Τὸ δὲ «ὀφθαλμοῖσιν ἰδέσθαι» πρὸς διαστολὴν καὶ νῦν ἐρρέθη, 4.104 ἐπεὶ καὶ κατὰ νοῦν ἡ αἴθρη ὁρᾶται κατὰ τὸ πέριξ οὐδαμοῦ πάσης γῆς νέφος ἦν, ἀλλ' ὀξεῖα ἡλίου, ὡς προερρέθη, αὐγή. καὶ ἄλλως δὲ μᾶλλον ἁπλούστερον τὸ «δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι», ταὐτόν ἐστι τῷ δὸς ἡμῖν βλέπειν, ὡς νῦν γε ἀβλεπτοῦμεν διὰ τὸ τῆς ἠέρος, εἴτ' οὖν ὀμίχλης, παχύ. (ῃ. 647) Τὸ δὲ «ἐν φάει καὶ ὄλεσσον» παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐχομένων μὴ ἀκράτοις κακοῖς περιπεσεῖν, ἀλλὰ καὶ ἀγαθόν τι παραμεμίχθαι αὐτοῖς. [Οὕτω ἐν Ὀδυσσείᾳ ηὖκται τὸ «ἰδόντα με τὰ φίλτατα λίποι αἰών». οὕτω τις ὀλλύμενος ἐν ὕδατι εὔχεται κατὰ γῆν τοῦτο παθεῖν. οὕτω παράσιτος νῆστις θνῄσκων εὔξαιτ' ἂν κόρῳ διαρραγῆναι. ὁ τοιοῦτος νοῦς καὶ παροιμίαν προήγαγε τὸ «ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι», ἧς μέμνηται καὶ ὁ Κωμικός.] Τὸ δὲ «εὔαδεν» ἢ κατὰ διάλυσιν ἀπὸ τοῦ ἥδω γίνεται ὁμοίως τῷ ἦξεν, ἔαξε, ἤγη, ἐάγη, ἥλω, ἑάλω, ἢ κατὰ συστολὴν ὡς τὸ «ἅδε δ' Ἕκτορι μῦθος» καὶ Ἀττικῶς ἕαδε μετὰ δασείας, καὶ πλεονασμῷ τοῦ ˉυ εὔαδεν Αἰολικῶς μετὰ ψιλῆς, ὡς τὸ ἕκηλος εὔκηλος, ὅρος οὖρος. (ῃ. 651) Ὅτι τὸ εἰπεῖν καὶ αἰτιατικῇ συντάσσεται ὡς ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ «καὶ τότ' ἂρ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον», ἤγουν προσεῖπε, προσεφώνησε, καὶ δοτικῇ ἐν τῷ «ὄτρυνον Ἀχιλῆϊ δαΐφρονι εἰπεῖν», ὅ ἐστιν ἀπαγγεῖλαι. (ῃ. 65763) Ὅτι τὸν Μενέλαον ἐκ τοῦ Πατρόκλου βραχὺ μεταστάντα λέοντι παραβάλλει, ὃς ἀπὸ μεσαύλοιο, φησίν, ἄπεισιν, «ἐπεὶ ἄρ κε», ἤγουν ἐπειδάν, «κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες. ὃ δὲ κρειῶν ἐρατίζων ἰθύνει», ἢ μάλιστα «ἰθύει», «ἀλλ' οὔ τι πρήσσει, θαμέες γὰρ ἄκοντες ἀντίοι», ἢ ἀντίον, «ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί», ὅ ἐστι λαμπάδες ἐκ δᾴδων ἢ ἁπλῶς ξύλων, ὡς προγέγραπται, καὶ ἑξῆς. ταὐτολογεῖ γὰρ συνήθως κἀνταῦθα ὁ ποιητὴς οἷα σχεδιάζων. (ῃ. 665 ς.) Ὅτι δὲ πρὸς τὸ ἀκούσιον τῆς ἀπελεύσεως εἴρηται ἡ 4.105 παραβολή, δηλοῖ τὸ «ὣς ἀπὸ Πατρόκλου Μενέλαος ἤϊε πόλλ' ἀέκων», οἷα δεδιὼς περὶ Πατρόκλῳ. (ῃ. 670-2) ∆ιὸ καὶ ἀπιὼν σκέψασθαι ποῦ ποτ' ἂν εἴη Ἀντίλοχος, καθὰ συνεβούλευσεν ὁ μέγας Αἴας, ἐπέτελλε Μηριόνῃ τε καὶ Αἰάντεσσι τοιαῦτα «νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω, πᾶσι γὰρ ἐπίστατο μείλιχος εἶναι, ζωὸς ἐών. νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει», ἡ κατὰ θάνατον δηλαδή. (ῃ. 671) Καὶ ὅρα τὸ «ἐπίστατο», δι' οὗ ἐκ μαθήσεως ὡς καὶ ἀλλαχοῦ τὰς ἀρετὰς ὁ ποιητὴς περιγίνεσθαι καὶ ἐπιστήμας τινὰς εἶναι παραδίδωσιν. Ἰστέον δὲ ὅτι ἐπελέξατο Αἴας τὸν Ἀντίλοχον ἄγγελον τῷ Ἀχιλλεῖ, οὐμόνον ὡς ταχύν, ἵνα θᾶσσον ἰὼν εἴπῃ τῷ Ἀχιλλεῖ, ὅτι οἱ πολὺ φίλτατος, ὡς δεδήλωται, ὤλεθ' ἑταῖρος, ἀλλὰ καὶ ὡς ἑταῖρον ἐκείνῳ. ὁ γὰρ τοιοῦτος συμπαθήναιτο ἂν τῷ Ἀχιλλεῖ καὶ πενθοῦντα παραμυθήσεται. (ῃ. 658) Ἰστέον δὲ ὅτι τοῦ «ἄνδρας ἐρεθίζων» οὐκ ἔστι καιριωτέραν λέξιν εἰπεῖν. δηλοῖ δὲ τὸ κινεῖν εἰς ἔριν θυμικήν. (ῃ. 659) Τὸ δὲ «ἐξελέσθαι», ὅ ἐστιν ἐπιλέξασθαι, τὸ ἐν βουσὶ πῖαρ,