47
«Κλέμματα ἡμέρας» νόησον τὰ διὰ τῶν ἔξωθεν αἰσθήσεων συμβαίνοντα ἡμῖν ἀπὸ τοῦ πονηροῦ ἡττήματα, ὑπὲρ ὧν ὁ πατριάρχης ἀπετίννυεν τοὺς τῆς ἀσκήσεως πόνους. Κλέμματα δὲ νυκτός εἰσιν ἅπερ διὰ τῶν ἔνδον λογισμῶν συλᾷ ἡμᾶς ὁ ἐχθρός, ὑπὲρ ὧν χρὴ ἡμᾶς κατὰ τὸν πατριάρχην ἀποτιννύειν πόνους καὶ ἀγρυπνίας καὶ τὰ λοιπὰ τῆς ἀσκήσεως εἴδη.
ΕΡΩΤΗΣΙΣ 151 Τί σημαίνει ἡ κατὰ τὸν νόμον περὶ τῆς ἀγνοίας τοῦ φόνου νευροκοπουμένη
ἐν τῇ φάραγγι δάμαλις; ΑΠΟΚΡΙΣΙΣ Σημαίνει διὰ τούτων τὸ πνευματικὸν βούλημα τῆς Γραφῆς ὅτι οὐ μόνον περὶ
τῶν προδήλων ἁμαρτημάτων χρὴ δεδοικέναι ὡς μέλλοντας ὑπὲρ αὐτῶν διδόναι δίκην, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀγνώστως ἡμῖν πραττομένων δεδοικότας, ἀεὶ τὴν δάμαλιν, τουτέστιν τὴν σάρκα ἡμῶν, νευροκοπεῖν ἐν τῇ φάραγγι τῆς ἐγκρατείας καὶ τῆς ἀσκήσεως. ∆ιὰ τοῦτο δὲ τὴν δάμαλιν ζῶσαν κατελίμπανον, ἵνα καὶ ἡμεῖς μάθωμεν μὴ τὸ σῶμα ἀποκτέννειν, ἀλλὰ τὰς ἐπανισταμένας ἡδονὰς νευροκοπεῖν καὶ δαμάζειν.
ΕΡΩΤΗΣΙΣ 152 Τί σημαίνουσιν Ναδὰβ καὶ Ἀβιοὺδ οἱ «προσενέγκαντες πῦρ ἀλλότριον» καὶ
διὰ τοῦτο κατακαέντες; ΑΠΟΚΡΙΣΙΣ Οἱ ἀεὶ τῷ Θεῷ ἱερατεύοντες, καὶ προσάγοντες ἑαυτοὺς τῷ Θεῷ θυσίαν ζῶσαν,
καὶ τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος ἔχοντες 14Α_218 ἐν ἑαυτοῖς κατὰ τὸν Κλεόπαν, τὸ ἴδιον πῦρ τῷ Θεῷ προσάγουσιν· ὅτ᾽ ἂν δὲ ῥαθυμήσαντες ἔξω ταύτης τῆς καταστάσεως γένωνται καὶ τὴν ἔξαψιν τῶν παθῶν ἐν ἑαυτοῖς συναγάγωσιν, τότε τὸ ἀλλότριον πῦρ ἐπεισήγαγον καὶ κατακαίονται τὴν συνείδησιν τῷ πυρὶ τῶν ἐλέγχων.
ΕΡΩΤΗΣΙΣ 153 Τίνος χάριν ἡ σεμίδαλις ταῖς νομικαῖς θυσίαις ἀεὶ συμπαραλαμβάνεται καὶ
ποτὲ μὲν ἐλαίῳ πεφυραμένη, ποτὲ δὲ εἰς κλίβανον, ποτὲ δὲ εἰς τήγανον; ΑΠΟΚΡΙΣΙΣ Τὴν σεμίδαλιν ἐπὶ τοῦ λόγου ληπτέον ὡς λογικῶν οὖσαν τροφήν· καὶ ὅτε μὲν
ἐλαίῳ πεφυραμένη, τὸν λόγον δηλοῖ μετὰ τοῦ φωτισμοῦ τῆς γνώσεως· ὅτ᾽ ἂν δὲ εἰς τήγανον, δηλοῖ τὸν λόγον δεδοκιμασμένον καὶ συνεστῶτα ἐκ τῶν ἔνδοθεν προσπιπτόντων ἡμῖν ἡδονικῶν πειρασμῶν· ὅτ᾽ ἂν δὲ εἰς κλίβανον, δηλοῖ τὸν λόγον στερρὸν ὄντα διὰ τῆς ἐν ὑπομονῇ δοκιμασίας τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων πειρασμῶν.
ΕΡΩΤΗΣΙΣ 154 ∆ιατί ἐν τῷ ἑβδόμῳ μηνὶ εἰς τὴν πεντεκαιδεκάτην ἡμέραν ἑπτὰ ἡμέρας
ἑορταζόντων τῶν κατὰ τὸν νόμον, προσῆγον εἰς τὴν πρώτην ἡμέραν ιδ' (14) μόσχους καὶ ἑκάστης ἡμέρας ὑφαίρουσαν τὸν ἕνα μόσχον ἕως οὗ ἦλθον εἰς τοὺς ἑπτά;
ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατὰ τὸν λόγον τοῦ Κυρίου στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ παιδία,
τὸ δὲ παιδίον ἐστέρηται πάντη τῆς ἐμπαθοῦς κινήσεως, ἡνίκα δὲ γένηται δεκατεσσάρων ἐτῶν εὐθέως ἡ ἐμπαθὴς κίνησις ἄρχεται ἐν αὐτῷ διεγείρεσθαι, τοῦτο οὖν, ὡς 14Α_220 οἶμαι, τὸ μυστικὸν τοῦ νόμου παραδηλοῖ, ὅτι χρὴ καὶ τῆς φυσικῆς κινήσεως τὴν μείωσιν τῷ Θεῷ ἱερουργεῖν, μέχρις ἂν εἰς τὴν τελείαν ἔλθωμεν ἀπάθειαν.
ΕΡΩΤΗΣΙΣ 155