1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

48

ἠρίοις βασιλικοῖς ἀπετίθετο. Ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία γε μνήμης ἀλήστου τῶν τε αὐτῆς εἵνεκα θεοφιλῶν πράξεων τοῦ τ' ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ 3.47.2 παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γειναμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα οὐκ οὖσαν πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ' αὐτοῖς τε τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι 3.47.3 καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα. ἤδη δὲ καὶ βασιλικῶν θησαυρῶν παρεῖχε τὴν ἐξουσίαν, ὡς χρῆσθαι κατὰ προαίρεσιν καὶ διοικεῖν κατὰ γνώμην, ὅπως ἂν ἐθέλοι καὶ ὡς ἂν εὖ ἔχειν αὐτῇ νομίζοιτο ἕκαστα, τοῦ παιδὸς αὐτὴν κἀν τούτοις διαπρεπῆ καὶ ἀξιοζήλωτον πεποιημένου. διὸ τῶν εἰς αὐτοῦ μνήμην ἀναφερομένων καὶ ταῦτ' εἰκότως ἡμῖν ἀνείληπται, ἃ δι' εὐσεβείας ὑπερβολὴν μητέρα τιμῶν θεσμοὺς ἀπεπλήρου θείους ἀμφὶ γονέων τιμῆς τὰ πρέποντα διαταττομένους. 3.47.4 Τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεῖς ἐκκλη3.48.1 σίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινε. τὴν δέ γ' ἐπώνυμον αὐτοῦ πόλιν ἐξόχῳ τιμῇ γεραίρων εὐκτηρίοις πλείοσιν ἐφαίδρυνε μαρτυρίοις τε μεγίστοις καὶ περιφανεστάτοις οἴκοις, τοῖς μὲν πρὸ τοῦ ἄστεος τοῖς δ' ἐν αὐτῷ τυγχάνουσι, δι' ὧν ὁμοῦ καὶ τὰς τῶν μαρτύρων μνήμας ἐτί3.48.2 μα καὶ τὴν αὐτοῦ πόλιν τῷ τῶν μαρτύρων καθιέρου θεῷ. ὅλως δ' ἐμπνέων θεοῦ σοφίας, ἣν τῆς ἐπηγορίας τῆς αὐτοῦ πόλιν ἐπώνυμον ἀποφῆναι ἔκρινε, καθαρεύειν εἰδωλολατρίας ἁπάσης ἐδικαίου, ὡς μηδαμοῦ φαίνεσθαι ἐν αὐτῇ τῶν δὴ νομιζομένων θεῶν ἀγάλματα ἐν ἱεροῖς θρησκευόμενα, ἀλλ' οὐδὲ βωμοὺς λύθροις αἱμάτων μιαινομένους, οὐ θυσίας ὁλοκαυτουμένας πυρί, οὐ δαιμονικὰς ἑορτάς, οὐδ' ἕτερόν τι τῶν συνήθων τοῖς δεισιδαίμοσιν. 3.49.1 Εἶδες δ' ἂν ἐπὶ μέσον ἀγορῶν κειμέναις κρήναις τὰ τοῦ καλοῦ ποιμένος σύμβολα, τοῖς ἀπὸ τῶν θείων λογίων ὁρμωμένοις γνώριμα, τόν τε ∆ανιὴλ σὺν αὐτοῖς λέουσιν ἐν χαλκῷ πεπλασμένον χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατειλήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ δοκεῖ τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι. Τούτοις μὲν οὖν τὴν αὐτοῦ πόλιν ἐκαλλώπιζε. τὴν δὲ Βιθυνῶν ἄρχουσαν ὁμοίως ἀναθήματι μεγίστης καὶ ὑπερφυοῦς ἐκκλησίας ἐτίμα, ἐξ οἰκείων θησαυρῶν κἀνταῦθα τῷ αὐτοῦ σωτῆρι κατ' ἐχθρῶν καὶ θεομάχων ἀνυψῶν 3.50.2 νικητήρια. καὶ τῶν λοιπῶν δ' ἐθνῶν τὰς μάλιστα κρατιστευούσας πόλεις ταῖς τῶν εὐκτηρίων φιλοκαλίαις ἐκπρέπειν ἐποίει, ὥσπερ οὖν καὶ τὴν ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως, ἣ τὴν ἐπώνυμον εἴληχεν Ἀντιόχου προσηγορίαν· ἐφ' ἧς ὡς ἐπὶ κεφαλῆς τῶν τῇδε ἐθνῶν μονογενές τι χρῆμα ἐκκλησίας μεγέθους ἕνεκα καὶ κάλλους ἀφιέρου, μακροῖς μὲν ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαβών, εἴσω δὲ τὸν εὐκτήριον οἶκον εἰς ἀμήχανον ἐπάρας ὕψος, ἐν ὀκταέδρου μὲν συνεστῶτα σχήματι, ἐν κύκλῳ ὑπερῴων τε καὶ καταγείων χωρημάτων ἁπανταχόθεν περιεστοιχισμένον, ὃν καὶ χρυσοῦ πλείονος ἀφθονίᾳ χαλκοῦ τε καὶ τῆς λοιπῆς πολυτελοῦς ὕλης ἐστεφάνου κάλλεσιν. 3.51.1 Τάδε μὲν οὖν τὰ ἐξοχώτατα τῶν βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος δέ τοι ἕνα καὶ τὸ αὐτὸν σωτῆρα τὸν τε ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσι τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῦν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι 3.51.2 τῷ ὀφθέντι θεῷ διακελεύεται. τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον