1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

48

Τί σημαίνουσιν οἱ σν' (250) ἄνδρες οἵτινες ἐπεσυνεστήσαντο Μωυσῇ καὶ προσφέροντες τὸ θυμίαμα, ἐξῆλθεν πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτοὺς καὶ προσέταξεν Κύριος τῷ Ἐλεάζαρ ἀνελέσθαι τὰ πυρεῖα αὐτῶν καὶ ποιῆσαι αὐτὰ λεπίδας ἐλατὰς καὶ προσαρτῆσαι τῷ θυσιαστηρίῳ;

ΑΠΟΚΡΙΣΙΣ Ὁ πεντήκοντα ἀριθμὸς ἐπὶ τῶν θείων ἀεὶ λαμβάνεται ὡς ὑπερβατικὸς τῶν

ὑπὸ χρόνον· ὁ δὲ τῶν διακοσίων ἀριθμὸς ἐπὶ τῶν αἰσθητῶν καὶ αἰσθήσεων διὰ τὴν τοῦ τέσσαρα πρὸς τὸν πέντε ἀριθμὸν σύνθεσιν. Ὅσοι οὖν τὰ αἰσθητὰ αἰσθητῶς λαμβάνουσιν καὶ τὰς θείας ἀρετὰς διὰ τὰ αἰσθητὰ μετέρχονται, οὗτοι ἐπισυνίστανται τῷ θείῳ νόμῳ καὶ τῷ πυρὶ τῶν ἐλέγχων τὴν συνείδησιν αὐτῶν κατακαίονται.

Καὶ τότε ὁ ἱερατικὸς τῆς διδασκαλίας λόγος τὰ πυρεῖα αὐτῶν λαμβάνει, τουτέστιν τὸν νοῦν ἐν ᾧ τὸν οὐ κατ᾽ ἐπίγνωσιν ζῆλον τῷ Θεῷ ἐνόμιζον προσάγειν, καὶ διὰ τῆς διδασκαλίας τὸ ἐπικείμενον αὐτῷ πάχος ἐλαύνει καὶ λεπτύνει καὶ τῷ θυσιαστηρίῳ, τουτέστιν τῇ θείᾳ γνώσει, προσάγει.

ΕΡΩΤΗΣΙΣ 156 Τίνος χάριν «ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης» ἀπαγορεύει ὁ νόμος; 14Α_222 ΑΠΟΚΡΙΣΙΣ Σημαίνει διὰ τούτων ὅτι δεῖ τῷ Θεῷ τὰς ἀρετὰς προσάγειν θυμοῦ καὶ

ἐπιθυμίας ἀνεπιμίκτους, θυμὸν λέγων τὸν κύνα, πόρνην δὲ τὴν ἐπιθυμίαν. ΕΡΩΤΗΣΙΣ 157 Ἐπειδὴ προδήλως ὁ κα' (21) ψαλμὸς εἰς τὸν Κύριον ἀναφέρεται, πῶς

νοήσωμεν τὸ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος»; ΑΠΟΚΡΙΣΙΣ Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τὴν ἄφατον αὐτοῦ περὶ ἡμᾶς

φιλανθρωπίαν ἐγένετο καὶ ἐκλήθη σκώληξ· ὡς γὰρ ὁ σκώληξ ἄνευ συνουσίας τίκτεται, οὕτως καὶ ὁ Κύριος ἐκτὸς σπορᾶς συνελήφθη. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονεν τῷ διαβόλῳ· περιχανὼν γὰρ ὡς σκώληκι τῇ σαρκί, τῇ θεότητι περιεπάρη. Ἀλλὰ καὶ τοῖς ἐχθροῖς ἐστιν σκώληξ· τῇ γὰρ σοφίᾳ ὁ σοφὸς εὐθὺς εὑρίσκεται, τῷ δὲ ἄφρονι σκολιός. Ἀλλὰ καὶ ἐν ἡμῖν γίνεται σκώληξ ἡνίκα ἁμαρτάνομεν, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.

ΕΡΩΤΗΣΙΣ 158 Τί ἐστιν τὸ ἐν τῇ Γενέσει γεγραμμένον τὸ «καὶ ἔταξεν τὰ χερουβὶμ καὶ τὴν

φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς»; ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ τὸ ξύλον τὸ αἰσθητὸν τροφὴ γίνεται τῆς σαρκός, οὕτως καὶ τὸ ξύλον

τῆς ζωῆς, ὅπερ ἐστὶν ὁ Κύριος, τροφὴ καὶ ζωὴ γίνεται τῶν ἡμετέρων ψυχῶν. Ὁδὸς δὲ ἡ ἀπάγουσα πρὸς 14Α_224 αὐτόν ἐστιν αἱ ἀρεταί· φυλάττεται δὲ αὐτὴ ὑπὸ τῶν χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας· χερουβὶμ δὲ ἑρμηνεύεται 'πλῆθος γνώσεως·' διὰ δὲ τῆς γνώσεως ὁ πόθος ἡμῖν ὁ πρὸς τὸν Θεὸν ἐγγίνεται, διὰ δὲ τῆς φλογίνης ῥομφαίας, τουτέστιν τῆς διακρίσεως τῆς τῶν μοχθηρῶν ἀναλωτικῆς, ὁ φόβος ἡμῖν προσγίνεται· ἄρα οὖν φόβος καὶ πόθος ἐστὶν ὁ φυλάσσων τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Στρέφεσθαι δὲ λέγεται ἡ ῥομφαία· ὅτ᾽ ἂν γὰρ ἁμαρτάνομεν διὰ τῆς συνειδήσεως ἡμῶν διελέγχουσα κατὰ πρόσωπον ὑπαντᾷ, ὅτε δὲ μετανοῶμεν δίδωσι πάροδον.

ΕΡΩΤΗΣΙΣ 159 Ἐκ τοῦ Ἀποστόλου· «Ὅστις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν ἢ

ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, τὸ πῦρ αὐτὰ δοκιμάσει. Εἴ τινος