1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

50

τὸν λόγον· διὰ τῆς πίστεως ἀποστεγάσας τὸ κάλυμμα τῆς παχύτητος τοῦ νομικοῦ γράμματος, διὰ τῶν τεσσάρων ἀρετῶν χαλᾶται ἐκ τοῦ ματαίου ὕψους πρὸς τὸν ἑαυτὸν κενώσαντα λόγον καὶ τῇ πίστει καὶ τῇ πράξει λαμβάνει τὴν ἴασιν.

ΕΡΩΤΗΣΙΣ 163 Τί σημαίνει ἡ Βαβυλωνία κάμινος; 14Α_230 ΑΠΟΚΡΙΣΙΣ ∆ιττῶς τοὺς πειρασμοὺς προσγίνεσθαι ἡμῖν συμβαίνει· ἑκουσίως διὰ τῶν ἐν

ἡμῖν ἡδονικῶν παθῶν καὶ ἀκουσίως διὰ τῶν ἔξωθεν ἐπιφορῶν. Καὶ ὅτε μὲν ἑκουσίως, παρακελευομένου τοῦ Ναβουχοδονόσορ, τουτέστιν τοῦ διαβόλου, ἐξάπτομεν ἑαυτοῖς τὴν κάμινον τῶν παθῶν, ὑποκαίοντες θυμὸν μὲν ὡς κληματίδα, ἐπιθυμίαν δὲ ὡς πίσσαν, ἡδονὴν δὲ ὡς τὴν νάφθαν, τὴν τοῦ λόγου δὲ παρατροπὴν ὡς στυππίον τὸ γὰρ λίνον ἐπὶ τοῦ λόγου λαμβάνεται, ὅθεν καὶ οἱ ἱερεῖς ἱερατεύοντες λίνα ἐφόρουν ὅτ᾽ ἂν οὖν ὁ λόγος παρατραπῇ, γίνεται στυππίον καὶ δι᾽ αὐτοῦ εὐχερῶς τὰ λοιπὰ πάθη ἐξάπτονται. Ἐὰν δέ τις κατὰ τοὺς μακαρίους παῖδας ἐπικαλέσεται τὸν Θεὸν διὰ τῆς ταπεινώσεως καὶ τῆς ἐκτενοῦς προσευχῆς, ἐκλύεται τῶν δεσμῶν χειρῶν καὶ ποδῶν, τουτέστιν τὴν πρακτικὴν καὶ τὴν κατὰ Θεὸν πορείαν, καὶ δροσίζεται τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος. Ὅτ᾽ ἂν δὲ ἀκουσίως πειραζόμεθα καὶ ἀνάπτει ἡμῖν ὁ νοητὸς Ναβουχοδονόσορ τὴν κάμινον διὰ τῶν ἔξωθεν ἐπιφορῶν, νοσῶν καὶ λοιπῶν ἀβουλήτων περιστάσεων, καὶ οὕτως δυνάμεθα διὰ τῆς ὑπομονῆς καὶ εὐχαριστίας δροσίζεσθαι τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν.

ΕΡΩΤΗΣΙΣ 164 Τίνος χάριν καταγελωμένου Ἐλισσαίου τοῦ προφήτου ἐκ τῶν παίδων ηὔξατο

καὶ ἐξῆλθον ἄρκοι καὶ ἀνέρρηξαν μβ' (42) παῖδας; ΑΠΟΚΡΙΣΙΣ Φασί τινες μὴ εἶναι Ἰσραηλίτας τοὺς παῖδας ἀλλ᾽ ἐκ τῶν ἀλλοφύλων, καὶ

οὐχὶ παῖδας τῇ ἡλικίᾳ ἀλλὰ τῇ φρονήσει. Ἐπεὶ οὖν ἤκουον τὸν προφήτην πολλὰ σημεῖα ποιοῦντα καὶ οὐκ ἐπίστευον ἀλλὰ κατεγέλων αὐτῷ, παρῆσαν δέ τινες μὴ κοινωνοῦντες τῆς ματαίας αὐτῶν γνώμης, ἵνα μὴ οὖν οὗτοι βλάπτωνται 14Α_232 καὶ τὸ βλάσφημον εἰς Θεὸν ἀνατρέχῃ, ἐπεξῆλθεν αὐτοῖς ὁ Θεός. Κατὰ δὲ τὴν θεωρίαν πᾶς νοῦς κατὰ τὸν Ἐλισσαῖον φαλακρός, τουτέστιν καθαρὸς ὑλικῶν νοημάτων, ἐν τῇ ἀναβάσει τῆς γνώσεως πολλὰ ὑπὸ τῶν λογισμῶν τῶν περὶ τὰ αἰσθητὰ καὶ τὴν ὕλην καὶ τὸ εἶδος καταγελᾶται, τοῦ τεσσαράκοντα δηλοῦντος τὰ αἰσθητά· ὕλη δὲ καὶ τὸ εἶδος προστιθέμενα ἀποτελεῖ τὸν τεσσαρακονταδύο ἀριθμόν. Σκώπτεται οὖν ἐκ τῶν τοιούτων λογισμῶν ὁ νοῦς πρὸς τὸ εἰς ὄκνον αὐτὸν ἐμβληθῆναι πρὸς τὴν ἀρετήν. Τούτους οὖν δι᾽ εὐχῆς ἀναιρεῖ διὰ τῶν δύο ἄρκων, τουτέστιν διὰ ἡδονῆς καὶ ἐπιθυμίας· κατ᾽ ἀντιστροφὴν γὰρ ἐπὶ τὸ κρεῖττον μεταχειριζόμενα τὰ τοιαῦτα πάθη, ἀποκτενοῦσιν τοὺς λογισμοὺς τοὺς ἐμπαίκτας.

ΕΡΩΤΗΣΙΣ 165 Τί σημαίνει ἡ τοῦ Εὐαγγελίου παραβολὴ ἡ περιέχουσα τὴν συμβολὴν τῶν

βασιλέων τῶν κ' (20) καὶ τῶν δέκα χιλιάδων; ΑΠΟΚΡΙΣΙΣ Ὁ μετὰ τῶν δέκα χιλιάδων παρατασσόμενος βασιλεὺς σημαίνει τὸν ἐν ἡμῖν

βασιλέα νοῦν μετὰ τῶν δέκα ἐντολῶν πολεμοῦντα τῷ ἑτέρῳ βασιλεῖ τῷ ἔχοντι τὰς εἴκοσι χιλιάδας, τουτέστιν τῷ κοσμοκράτορι τῷ μετὰ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων ἀντιπαρατασσομένῳ· αἱ γὰρ πέντε αἰσθήσεις προσκλινόμεναι τοῖς αἰσθητοῖς ἐκ τεσσάρων οὖσιν στοιχείοις, ποιοῦσιν τὸν εἴκοσι· διὰ τούτων γὰρ ἡμῖν ὁ ἐχθρὸς παρατάσσεται. Τὸ δὲ καθίσαι καὶ βουλεύσασθαι σημαίνει, εἰ δυνατόν ἐστιν πᾶσαν κακοπάθειαν καὶ πόνον ὑπὲρ ἀρετῆς ἀναδέξασθαι· εἰ δὲ μή γε, τὰ πρὸς