1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

52

ὑπερηφανίας, ἀποστέλλει τὸν Ἰωάβ, τουτέστιν τὴν ἀνδρείαν, ἐκδιώκουσαν καὶ παροτρύνουσαν τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀναίρεσιν αὐτῆς. Φεύγουσα οὖν αὐτὴ ἐγκρύπτεται ὡς εἴς τινα πόλιν, μιᾷ τῶν ἀρετῶν· ἐκπορθεῖ ταύτην ἡ ἀνδρεία, ζητοῦσα τὴν τῆς ὑπερηφανίας ἀναίρεσιν ποιήσασθαι· ἡ δὲ σοφὴ γυνή, ἥτις ἐστὶν ἡ σοφία, τῇ ἐφευρέσει τῶν συστατικῶν τῆς ἀρετῆς αἰτιῶν ἀναίρεσιν ποιεῖται τῶν ποιητικῶν τῶν παθῶν αἰτιῶν, δι᾽ ὧν πᾶσα σύστασις γίνεται ἐν τῇ ψυχῇ κακίας.

ΕΡΩΤΗΣΙΣ 170 Τί σημαίνει ἡ κατὰ τὸν Ἀμεσσαεὶ ἱστορία ἡνίκα ὁ Ἰωὰβ ἀπέκτεινεν αὐτόν; ΑΠΟΚΡΙΣΙΣ Ὁ Ἀμεσσαεὶ 'ἠλειμμένος ἢ ἀλείφων' ἑρμηνεύεται· λαμβάνεται οὖν ἐπὶ τῆς

ἀπαθείας, ὡς πᾶσαν λαβὴν τῶν ἐναντίων διαφεύγων εὐχερῶς διὰ τὴν τελειότητα, ὁ δὲ Ἰωὰβ ἐπὶ τῆς ἀνδρείας. Ὅτ᾽ ἂν οὖν ἡ ψυχὴ διὰ τῆς ἀνδρείας μετὰ τὴν ἐν ἕξει τελείαν ἀπάθειαν καταλείψασα τὴν εὐχήν, πάθει τινὶ μάτην προσασχολεῖται, ἀποκτέννει, τουτέστιν ἄπρακτον ποιεῖ τὸν τελεώτερον τῆς θεωρίας τρόπον, τοῖς ἡττημένοις ἐχθροῖς προσασχολουμένη.

ΕΡΩΤΗΣΙΣ 171 Τί σημαίνει ἡ κατὰ τὸν αὐτὸν Ἰωὰβ ἱστορία ὅτε ἀπέκτεινεν τὸν Ἀβεννὴρ καὶ

τίς ἡ ἐπενεχθεῖσα αὐτῷ κατάρα; ΑΠΟΚΡΙΣΙΣ Ἐνταῦθα ὁ Ἰωὰβ ἐπὶ τοῦ μνησικάκου λαμβάνεται λογισμοῦ, καθ᾽ οὗ καὶ τὴν

κατάραν δέχεται, τὸ ἐπὶ σκυτάλης ἐπερείδεσθαι 14Α_240 καὶ ἐν ῥομφαίᾳ πίπτειν, δηλοῦντος, οἶμαι, τοῦ λόγου διὰ μὲν τῆς σκυτάλης τὴν περὶ τὰ αἰσθητὰ τοῦ μνησικάκου ἐλπίδα πᾶς γὰρ μνησίκακος λογισμός, ἀεὶ ἐν τοῖς ὑλικοῖς εἰλούμενος, ἐν αὐτοῖς καὶ τὴν ἐπερείδησιν ἔχει διὰ δὲ τοῦ «πίπτειν ἐν ῥομφαίᾳ» τὴν διὰ τοῦ τομωτάτου λόγου τῆς τοιαύτης σχέσεως ἀναίρεσιν.

ΕΡΩΤΗΣΙΣ 172 Τίνος ἐπέχει πρόσωπον ὁ Χοῦσι ἡνίκα ἔπεμψεν αὐτὸν ὁ ∆αβὶδ «διασκεδάσαι

τὴν βουλὴν τοῦ Ἀχιτόφελ»; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ Χοῦσι υἱὸς ἦν τοῦ Ἰεμινί, ὡς μὲν εἰς τὸ ἴδιον πρόσωπον

ἑρμηνεύεται 'νήθων,' ὡς δὲ πρὸς τὴν τοῦ πατρὸς σχέσιν λέγεται 'υἱὸς δεξιός·' λαμβάνεται δὲ ἐπὶ τῆς διακρίσεως· αὐτὴ γὰρ τῇ διαγνωστικῇ δυνάμει λεπτύνει καὶ διασκεδάζει τῶν ἀντικειμένων τὰς βουλάς.

ΕΡΩΤΗΣΙΣ 173 Τί σημαίνει τὸ εἰρημένον τῷ Ἀποστόλῳ "τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν

πληρουμένου"; ΑΠΟΚΡΙΣΙΣ Ὁ Θεὸς κατὰ μὲν τὴν οὐσίαν ἀποφατικῶς πάντων ὑφεξῄρηται τῶν ὄντων·

οὔτε γὰρ λέγεται, οὔτε νοεῖται, οὐδὲ μετέχεται οὐδαμῶς ἀπό τινος· κατὰ δὲ τὴν προνοητικὴν πρόοδον ὑπὸ πολλῶν μετεχόμενος, ὑπ᾽ αὐτῶν καὶ πληροῦται. Ἕκαστον γὰρ τῶν γεγονότων κατὰ τὸν ἑαυτοῦ λόγον, τὸν ἐν τῷ Θεῷ ὄντα, μέλος Θεοῦ λέγεται εἶναι καὶ τόπον ἐν τῷ Θεῷ ἔχειν· ἀμέλει τοι καὶ εἰ κατ᾽ αὐτὸν κινηθείη σοφῶς τε καὶ λελογισμένως, ἐν τῷ Θεῷ γενήσεται, τὸν ἑαυτοῦ τόπον πληρῶν καὶ τὴν εὐπρέπειαν ἐν τῷ σώματι τοῦ Χριστοῦ ὡς μέλος εὔχρηστον ἐργαζόμενος. 14Α_242 Ὅστις δὲ ἀφεὶς τὸν ἴδιον λόγον παραλόγως πρὸς τὰ ἀνύπαρκτα φέρεται, δίκην δικαίως αἰωνίαν ὑφέξει τῆς γενομένης ὅσον ἐπ᾽ αὐτῷ μομφῆς ἐν τῷ σώματι τοῦ Χριστοῦ.

ΕΡΩΤΗΣΙΣ 174