1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

57

ἄρχοντι τῶν δαιμονίων ταύτας ἀνετίθεσαν. Τὸ δὲ οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι ἄφεσιν γίνεσθαι τοῖς βλασφημοῦσιν, ἑξῆς ζητητέον. Φασί τινες τῶν τὰ τοιαῦτα διὰ τοῦ Πνεύματος ἠκριβωκότων τέσσαρας (14Α_260> εἶναι τρόπους δι᾽ ὧν συγχώρησις γίνεται ἁμαρτημάτων, δύο ἐνταῦθα καὶ δύο ἐν τῷ μέλλοντι. Ἐπειδὴ γὰρ οὐκ ἐξικνεῖται ἡ μνήμη ὅλου τοῦ χρόνου μνημονεύειν τὰ σφάλματα, ἵνα ὑπὲρ αὐτῶν ἐνταῦθα μετανοήσῃ ὁ ἄνθρωπος, ᾠκονόμησεν φιλάνθρωπος ὢν ὁ ∆εσπότης τῆς φύσεως, καὶ ἡμῶν μὴ μετανοούντων, τρόπους μετανοίας· ἐν μὲν τῷ μέλλοντι, ὡς εἴρηται, δύο· ὅτ᾽ ἄν τις ἀδιαφόρως ἐνταῦθα ἁμαρτήσας καὶ πάλιν ἀδιαφόρως ἀγαθοεργήσας, εἴτε εἰς οἶκτον καὶ συμπάθειαν πρὸς τὸν πλησίον κινηθεὶς ἢ ὅσα ἄλλα φιλανθρωπίας ἐχόμενα, ταῦτα ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῷ καιρῷ τῆς κρίσεως ζυγοστατούμενα, ἐφ᾽ ἃ τὴν ῥοπὴν ἕξει, συγχώρησις γίνεται· οὗτος μὲν ὁ εἷς τρόπος· δεύτερος δὲ οὗτος· ὅτ᾽ ἄν τις ἐν ἁμαρτίαις ἐνεχόμενος, ἀκούων δὲ τοῦ Κυρίου λέγοντος "μὴ κρίνετε ἵνα μὴ κριθῆτε", φοβούμενος οὐδένα κρίνει, ἐν τῇ ἐξετάσει τῶν βεβιωμένων ὡς φύλαξ τῆς ἐντολῆς οὐ κρίνεται· τῆς γὰρ ἑαυτοῦ ἐντολῆς οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος. Οἱ δὲ ἕτεροι δύο τρόποι ἐνταῦθα τὴν συγχώρησιν ἔχουσιν· ὅτ᾽ ἂν ἐν ἁμαρτίαις τις ὢν οἰκονομῆται ἐκ τῆς προνοίας ἐν συμφοραῖς, ἐν ἀνάγκαις, ἐν νόσοις ὡς οὐκ οἷδεν γὰρ διὰ τῶν τοιούτων καθαίρει αὐτὸν ὁ Θεός καὶ εἰ μὲν εὐχαριστεῖ πειραζόμενος, τὸν ἐπὶ τῇ εὐχαριστίᾳ μισθὸν λαμβάνει, εἰ δὲ ἀχαριστεῖ, δι᾽ ἃς μὲν ἁμαρτίας παιδεύεται ἐκ τούτων καθαίρεται, τὴν δὲ ὑπὲρ τῆς ἀχαριστίας εἰσπράττεται ποινήν. Ἐπεὶ οὖν ἅτινα εἰς ἀνθρώπους τις ἁμαρτάνει, ὡς ἔδειξεν ὁ λόγος, πολλὰς ἔχει προφάσεις συγχωρήσεων ἁμαρτάνων γάρ τις εἰς ἄνθρωπον, ἄλλον δὲ ἄνθρωπον εὖ ποιῶν, εἰς ἣν φύσιν ἥμαρτεν, αὐτῇ καὶ ἀπελογήσατο ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία ἔστιν δὲ ἡ ἀπιστία μὴ ἔχουσα ἑτέραν πρόφασιν συγχωρήσεως εἰ μὴ τὸ γενέσθαι πιστόν , εἰκότως τῷ ἐν τῇ ἀπιστίᾳ τὸν βίον κατακλείσαντι οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται τῆς ἀπιστίας καὶ ἀθεΐας ἡ ἁμαρτία.

(14Α_262> ΕΡΩΤΗΣΙΣ 190 Ἐκ τοῦ Εὐαγγελίου· «ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ

μὴ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει». Ταῦτα μὲν ὁ Μάρκος, ὁ δὲ Ματθαῖος· «ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ».

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος τοῖς καθ᾽ ἱστορίαν γινομένοις οὐ περιγράφεται,

ἀλλὰ πάντοτε ἐνεργὴς ὢν ἡλίου δίκην τὸ οἰκεῖον φῶς ἐπιλάμπει, οὐ μόνον κατὰ τὴν ἱστορίαν τοῖς μαθηταῖς ἔλεγεν τὸ εἰσίν τινες τῶν ὧδε ἑστώτων, ἀλλὰ καὶ περὶ πάντων τῶν κατ᾽ αὐτοὺς τῇ ἀρετῇ διαλαμψάντων λέγει ἀντὶ τοῦ "τῶν τῇ βάσει τῶν ἀρετῶν πλησίον μου ἐχόντων τὴν στάσιν". Τὸ δὲ «οὐ μὴ γεύσονται θανάτου» εἴρηται μὲν καὶ περὶ τῶν ἀποστόλων, ὅτι οὐ μὴ γεύσονται τοῦ φυσικοῦ θανάτου ἕως ἂν ἴδωσιν διὰ τῆς Μεταμορφώσεως τὴν εἰκόνα τῆς μελλούσης ἔσεσθαι τοῖς ἁγίοις λαμπρότητος. Ἀλλ᾽ ἐπειδὴ οἶδεν ὁ λόγος διαφόρους θανάτους καὶ γὰρ ἡ τῶν παθῶν νέκρωσις θάνατος λέγεται· ἀλλὰ καὶ ὁ πρακτικός, ἡνίκα τὴν πρὸς τὰ πάθη μάχην ἀφέμενος ἐπὶ τὴν φυσικὴν θεωρίαν ἔλθῃ, ἀπέθανεν τῇ προτέρᾳ καταστάσει, ἐνασχολούμενος τῇ τῶν ὄντων θεωρίᾳ, ἀργήσας ἐκ τῆς κατὰ τὴν πρᾶξιν ἀγωνιστικῆς μάχης· ἀλλὰ καὶ ὁ περάσας τὴν φυσικὴν θεωρίαν καὶ πάντα τὰ αἰτιατὰ καταλιπὼν καὶ εἰς τὸν αἴτιον ἐλθὼν διὰ τῆς θεολογικῆς ἀποφάσεως, καὶ οὗτος ἔθανεν τῇ προτέρᾳ καταστάσει, μηκέτι ἐν τοῖς πεποιημένοις κινούμενος ἀλλ᾽ ἐν τῷ ποιητῇ τῶν ὅλων μεταβιβάσας τὴν κίνησιν περὶ οὖν τοῦ κατὰ ἀφαίρεσιν πάντων γινομένου θανάτου λέγει ὅτι οὐ μὴ γεύσονται αὐτοῦ, τουτέστιν οὐ μὴ πάθωσιν αὐτὸν (14Α_264> οἱ τῶν ἀποστόλων κατ᾽ ἀρετὴν ἰσοστάσιοι, ἕως οὗ μεταμορφωθεὶς