1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

58

ὁ Κύριος παραδείξει ἑαυτὸν μηκέτι καταφασκόμενον ἐκ τῆς τῶν ὄντων θέσεως, ἀλλὰ τῇ κατὰ ἀπόφασιν θεολογίᾳ παραδεικνὺς τὸ ἀπρόσιτον τῆς θεότητος κρύφιον.

Τὸ δὲ λέγειν τὸν μὲν ἕνα τῶν εὐαγγελιστῶν "ἐρχόμενον τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ", τὸν δὲ ἕτερον "ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει", τοῦτο σημαίνει· ἐπειδὴ κατὰ μὲν τὴν θεότητα ἔστιν Υἱὸς τοῦ Θεοῦ, κατὰ δὲ τὸ ἀνθρώπινον γέγονεν δι᾽ ἡμᾶς Υἱὸς ἀνθρώπου, καθ᾽ ὃ μὲν οὖν ἐστιν Υἱὸς τοῦ Θεοῦ ἀεὶ τὴν δόξαν κέκτηται, κατὰ δὲ τὸ γενέσθαι Υἱὸς ἀνθρώπου λέγεται ἔρχεσθαι ἐν τῇ δόξῃ αὐτοῦ. Οὕτως γὰρ ἐδόξασεν τὴν προσληφθεῖσαν ἀνθρωπότητα ὅτι ὥσπερ ἐν τῷ παθητῷ σώματι ὢν ὤφθη ἐν τῷ ὄρει μεταμορφωθείς, οὕτως ἡμεῖς ἐν τῇ ἀναστάσει ἄφθαρτον ἀπολαμβάνοντες σῶμα ἐσόμεθα· τὸ γὰρ εἰπεῖν ἐληλυθυῖαν ἐν δυνάμει ἐσήμανεν ὡς οὔπω ἐνεργείᾳ πάρεστιν ἡ ἐλπιζομένη τῶν ἁγίων ἄφθαρτος καὶ αἰώνιος βασιλεία.

ΕΡΩΤΗΣΙΣ 191 «Καὶ ἐγένετο μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ

Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς».

ΑΠΟΚΡΙΣΙΣ Τὸ μεθ᾽ ἡμέρας ἓξ σημαίνει ὅτι ἐπειδὴ ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὴν φαινομένην

κτίσιν εἰς τὸ εἶναι παρήγαγεν, οἵτινες τῇ περιουσίᾳ τῶν ἀρετῶν καὶ τῆς γνώσεως τὰ φαινόμενα πάντα διέβησαν, οὗτοι τῷ Λόγῳ συναναβαίνουσιν ἐν τῷ τῆς θεολογίας (14Α_266> ὄρει. Ἀλλ᾽ ἐπειδὴ ὁ Λουκᾶς ὀκτὼ ἡμερῶν ἐμνημόνευσεν καὶ δοκεῖ ἐναντιότητα τῶν εὐαγγελιστῶν δεικνύειν, τὸ ἄπορον ἐν τούτοις οἶμαι τὴν ἐπίλυσιν δέχεσθαι καὶ συντρέχειν τὴν ἱστορίαν ἁρμοδίως τῇ θεωρίᾳ· ὥσπερ γὰρ κατὰ τὴν ἱστορίαν ὁ τὰς ἓξ ἡμέρας εἰπὼν τὰς ἐν τῷ μέσῳ εἶπεν, ὁ δὲ τὰς ὀκτὼ εἰπὼν καὶ τὴν ἀρχὴν ἐν ᾗ εἶπεν ὁ Κύριος καὶ τὸ τέλος ἐν ᾗ ἡ Μεταμόρφωσις γέγονεν ἐσήμανεν, οὕτως καὶ κατὰ τὴν θεωρίαν· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος διὰ τῆς παραβάσεως εἰς τὸ παρὰ φύσιν ἐξωλίσθησεν, δεῖ τὸν θέλοντα συναναβῆναι τῷ Λόγῳ εἰς τὸ τῆς θεολογίας ὄρος πρῶτον μὲν καθάπερ μίαν ἡμέραν περᾶσαι τὰ παρὰ φύσιν καὶ καθάπερ ἓξ ἡμέρας περᾶσαι τὴν φύσιν καὶ γενέσθαι ἐν τῇ ὑπὲρ φύσιν, ἥτις ἐστὶν ὀγδόη· ὑπερθετικὴ γὰρ τοῦ χρόνου αὕτη καὶ τὴν μέλλουσαν χαρακτηρίζει κατάστασιν.

∆ιατί δὲ «παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην» μόνους κατ᾽ ἰδίαν; Ὡς ἀεὶ τοῦ Λόγου τὴν ὀχλώδη καὶ ταραχῆς ἀνάμεστον ἐκνεύοντος κατάστασιν, καὶ ἐπειδὴ ὁ Πέτρος κατὰ τὸ πρῶτον τοῦ Σίμωνος ὄνομα 'ὑπακοὴ' ἑρμηνεύεται, κατὰ δὲ τὸ Πέτρος δηλοῖ τὴν ἀτρεψίαν, σημαίνεται δὲ διὰ τούτων ἡ κατὰ τῶν τῆς ὑπακοῆς τῶν ἐντολῶν ἄτρεπτος καὶ ἀμετακίνητος εἰς Θεὸν πίστις, ὁ δὲ Ἰάκωβος ἑρμηνεύεται 'πτερνιστής,' δηλοῦται δὲ διὰ τούτου ἡ ἐλπίς εἰ μὴ γάρ τις ἐλπίσῃ τῶν παρερχομένων τούτων καὶ φθαρτῶν ἀντιλαμβάνειν τὰ ἀπαρόδευτα καὶ ἄφθαρτα, οὐκ ἂν τὸν τὴν ἀπάτην ἀεὶ ἐν τοῖς αἰσθητοῖς ἔχοντα διάβολον πτερνίσαι δύναται , ὁ δὲ Ιωάννης ἑρμηνεύεται 'περιστερά,' δηλοῦται δὲ διὰ τούτου ἡ ἀγάπη, ἐπειδὴ ἡ πραότης οὐδὲν ἕτερόν ἐστιν ἢ θυμοῦ καὶ ἐπιθυμίας εἰς τὰ παρὰ φύσιν ἀκινησία, ὁ δὲ μήτε δι᾽ ἐπιθυμιῶν μήτε δι᾽ ἀποτυχίαν (14Α_268> ὧν ἐπιθυμεῖ εἰς θυμὸν ἐρχόμενος προδήλως πάντας ἀγαπᾷ, τοῖς οὖν κτησαμένοις πίστιν, ἐλπίδα τε καὶ ἀγάπην συναναβαίνει ὁ Λόγος εἰς τὸ τῆς θεολογίας ὄρος καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν, οὐκέτι τῷ Θεὸς λέγεσθαι καὶ ἅγιος καὶ βασιλεὺς καὶ τὰ τοιαῦτα καταφασκόμενος, ἀλλὰ κατὰ τὸ ὑπέρθεος καὶ ὑπεράγιος καὶ πάντα τὰ καθ᾽ ὑπεροχὴν λεγόμενα ἀποφασκόμενος.