59
Πρόσωπον δὲ τοῦ Λόγου ἐστίν, ὅπερ ἔλαμψεν ὥσπερ ἥλιος, ἡ χαρακτηριστικὴ τῆς οὐσίας αὐτοῦ κρυφιότης, ᾗπερ ἐνατενίσαι τῇ τῶν λογισμῶν ἑρμηνείᾳ ἀδύνατον, ὥσπερ οὐδὲ τῇ λαμπρότητι τοῦ ἡλίου, κἂν εἰ πάνυ τις τὴν ὀπτικὴν δύναμίν ἐστιν κεκαθαρμένος. Ἀλλ᾽ ἐπειδὴ ἱμάτιον ἐμνήσθη ἡ Γραφή, χρὴ κατὰ τὸν εἱρμὸν τῆς ἀκολουθίας καὶ τοῦ σώματος μνείαν ποιήσασθαι. Σῶμα οὖν τοῦ Λόγου ἐστὶν ἡ τῶν ἀρετῶν οὐσία, οἷον, ἡ ἀγαθότης, ἡ πραότης καὶ τὰ τοιαῦτα· ἱμάτια δὲ τοῦ Λόγου εἰσὶν τὰ τῆς Γραφῆς ῥήματα καὶ ἡ προβεβλημένη καὶ ἐκ Θεοῦ τὸ εἶναι λαβοῦσα κοσμουργία, ἅπερ λευκὰ βλέπουσιν οἱ τὸ μὲν γράμμα τῆς θείας Γραφῆς ἀποξέοντες τῆς ἐπικειμένης παχύτητος καὶ τῇ τοῦ Πνεύματος θεωρίᾳ τὸ λαμπρὸν τῶν νοημάτων ἐποπτεύοντες κάλλος καὶ οἱ τὴν αἰσθητὴν κτίσιν τῇ περιαιρέσει τῆς κατ᾽ αἴσθησιν ἀπάτης λαμπρῶς ἐποπτεύοντες καὶ ἐκ μεγέθους καλλονῆς τὸν ταύτης ∆ημιουργὸν ἀναλόγως συλλογιζόμενοι.
ΕΡΩΤΗΣΙΣ 192 «Καὶ ἰδοὺ ὤφθησαν Μωυσῆς καὶ Ἡλίας συλλαλοῦντες αὐτῷ· ἀποκριθεὶς δὲ
Πέτρος εἶπε τῷ Ἰησοῦ· "Κύριε, καλόν ἐστιν ἡμᾶς εἶναι ὧδε· εἰ θέλεις, ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσῇ μίαν καὶ Ἡλίᾳ μίαν"».
(14Α_270> ΑΠΟΚΡΙΣΙΣ Οἱ γὰρ διαβαίνοντες ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα ὁρῶσιν τόν τε νόμον
καὶ τοὺς προφήτας συνόντας τῷ Λόγῳ καὶ διαπρυσίῳ καταγγέλλοντας φωνῇ τὴν αὐτοῦ παρουσίαν. Τίνος δὲ χάριν σκηνῶν ὁ Πέτρος ἐμνημόνευσεν; Ἐπειδὴ πᾶσα γνῶσις καὶ πᾶσα ἀρετή, συγκρινομένη τῇ μελλούσῃ καταστάσει, σκηνῆς εὐκαταλύτου οὐδὲν διενήνοχεν, κατὰ τὸν Ἀπόστολον φάσκοντα "εἴτε προφητεῖαι παύσονται εἴτε γνῶσις καταργηθήσεται". Τρεῖς δὲ σκηναί εἰσιν· πραγματική, φυσικὴ καὶ θεολογική· καὶ τὴν μὲν θεολογικὴν ὡς Θεῷ τῷ Κυρίῳ ἀπένειμεν, τὴν δὲ φυσικὴν θεωρίαν τῷ Μωυσῇ ὡς γεγραφότι τὴν τῶν ὅλων γέννησιν, τὴν δὲ πρακτικὴν τῷ Ἡλίᾳ ὡς παρθένῳ καὶ ζηλωτῇ καὶ ἀσκητῇ.
ΕΡΩΤΗΣΙΣ 193 Τίς ὁ λόγος τοῦ Μωσέα καὶ Ἡλίαν τεσσαράκοντα ἡμέρας νηστεῦσαι καὶ τί
δήποτε ὁ Κύριος ὥσπερ τὰ τῶν δούλων ἐπισφραγίσας κατεδέξατο καὶ αὐτὸς τὰς αὐτὰς μ' (40) ἡμέρας ἄσιτος διαμεῖναι καὶ τί σημαίνει ὁ τεσσαράκοντα ἀριθμός;
ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν τεσσαρακοστὸς ἀριθμὸς ὡς κακωτικὸς πολλαχοῦ ἐν τῇ θεοπνεύστῳ
παρείληπται Γραφῇ, ὡς οἱ κακοπαθήσαντες ἐν τῇ ἐρήμῳ Ἰσραηλῖται τεσσαράκοντα ἔτη καὶ οἱ αὐτοὶ δουλεύσαντες ἐν Αἰγύπτῳ τετρακόσια ἔτη. Ἀλλὰ γὰρ καὶ ὁ κόσμος οὗτος ἐν ᾧ τὴν κάκωσιν ὑπομένομεν ἐκ τεσσάρων συνίσταται στοιχείων. Ὁ οὖν Μωυσῆς ὡς πρῶτος νομοθετήσας καὶ νηπίοις οὖσι τοῖς Ἰουδαίοις τὸν νόμον παραδούς, τεσσαράκοντα νηστεύει ἡμέρας, σημαίνων ὅτι ἡ κατ᾽ αὐτὸν νομοθεσία τῶν κατὰ πρᾶξιν ἁμαρτημάτων τὴν ἀποχὴν νομοθετεῖ· πᾶσα γὰρ ἁμαρτία ἐκ τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων συνίστασθαι πέφυκεν. (14Α_272> Ὁ δὲ Ἡλίας τοῦ προφητικοῦ χαρίσματος τύπον φέρων ὡς ὑπεραναβεβηκὼς τὰ νομικὰ παραγγέλματα νηστεύει τεσσαράκοντα ἡμέρας, σημαίνων ὅτι τὸ προφητικὸν χάρισμα τὴν ἀποχὴν τῶν συγκαταθέσεων νομοθετεῖ. Ὁ δὲ Κύριος ὡς πληρωτὴς τοῦ νόμου καὶ μόνος ἄρας τὴν ἁμαρτίαν τοῦ κόσμου, νηστεύσας τὰς τεσσαράκοντα ἡμέρας, δέδωκεν ἡμῖν δύναμιν οὐ μόνον τῶν κατὰ πρᾶξιν καὶ συγκατάθεσιν ἁμαρτιῶν ἀπέχεσθαι ἀλλὰ καὶ αὐτῶν τῶν ψιλῶν φαντασιῶν ἀνωτέρους γενέσθαι.
ΕΡΩΤΗΣΙΣ 194 Τί σημαίνει ἐν τῷ Εὐαγγελίῳ ὅτε μετὰ τὸ πάντα πειρασμὸν τοῦ διαβόλου τοῦ
Κυρίου ἀποκρουσαμένου ἐπισημαίνεται ὁ εὐαγγελιστὴς ὅτι «ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ διάβολος ἄχρι καιροῦ»; Ποίου ἄρα καιροῦ;