62
σωτήριον κατέβαινεν οἰκονομίαν, καὶ ταύτην δεικνὺς ἀναγκαίως κατὰ τὸν προσήκοντα γεγενῆσθαι λόγον. μεταβὰς δ' ἐντεῦθεν τὴν περὶ τοῦ θείου δικαιωτηρίου διδασκαλίαν 4.29.4 ἐκίνει. ἔνθα δὴ μάλιστα τῶν ἀκροατῶν πληκτικώτατα καθήπτετο, διελέγχων τοὺς ἅρπαγας καὶ πλεονέκτας τούς τ' ἀπληστίᾳ φιλοχρημοσύνης σφᾶς αὐτοὺς ἐκδεδωκότας. παίων δ' ὥσπερ καὶ διαμαστίζων τῷ λόγῳ τῶν περιεστώτων γνωρίμων τινὰς κάτω νεύειν πληττομένους τὴν συνείδησιν ἐποίει· οἷς δὴ λαμπραῖς φωναῖς μαρτυρόμενος διεστέλλετο θεῷ λόγον δώσειν τῶν ἐγχειρουμένων αὐτοῖς· αὐτῷ μὲν γὰρ τὸν ἐπὶ πάντων θεὸν τῶν ἐπὶ γῆς τὴν βασιλείαν παρασχεῖν, αὐτὸν δὲ μιμήσει τοῦ κρείττονος τῆς ἀρχῆς τὰς κατὰ μέρος αὐτοῖς ἐπιτρέψαι διοικήσεις, πάντας γε μὴν τῷ μεγάλῳ βασιλεῖ κατὰ καιρὸν 4.29.5 τὰς εὐθύνας τῶν πραττομένων ὑφέξειν. ταῦτα συνεχῶς διεμαρτύρετο, ταῦθ' ὑπεμίμνησκε, τούτων διδάσκαλος ἦν. Ἀλλ' ὁ μὲν ἐπιθαρρῶν γνησίᾳ τῇ πίστει τοιαῦτ' ἐφρόνει καὶ διεστέλλετο, οἱ δ' ἄρ' ἦσαν δυσμαθεῖς καὶ πρὸς τὰ καλὰ κεκωφωμένοι, γλώττῃ μὲν καὶ βοαῖς εὐφήμοις ἐπικροτοῦντες τὰ λεγόμενα, ἔργοις δὲ κατολιγωροῦντες αὐτῶν 4.30.1 δι' ἀπληστίαν, ὥστ' ἤδη ποτὲ τῶν ἀμφ' αὐτόν τινος ἐπιλαβόμενον φάναι· "6καὶ μέχρι τίνος, ὦ οὗτος, τὴν ἀπληστίαν ἐκτείνομεν;"6 εἶτ' ἐπὶ γῆς μέτρον ἀνδρὸς ἡλικίας ἐγχαράξας τῷ δόρατι, ὃ μετὰ χεῖρας ἔχων ἐτύγχανε, "6τὸν σύμπαντα τοῦ βίου πλοῦτον"6, ἔφη, "6καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις."6 4.30.2 ἀλλ' οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ' ἐναργῶς αὐτοὺς θεοπροπίοις ἔπεισεν ἀλλ' οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι τὰ βασιλέως θεσπίσματα. 4.31.1 Ἐπεὶ δ' οὐκ ἦν θανάτου φόβος ἀπείργων τοὺς κακοὺς τῆς μοχθηρίας, βασιλέως μὲν ὅλου πρὸς τὸ φιλάνθρωπον ἐκδεδομένου, τῶν δὲ καθ' ἕκαστον ἔθνος ἀρχόντων μηδαμῆ μηδαμῶς μηδενὸς τοῖς πλημμελοῦσιν ἐπεξιόντος, τοῦτο δὴ μομφὴν οὐ τὴν τυχοῦσαν τῇ καθόλου διοικήσει παρεῖχεν, εἴτ' οὖν εὐλόγως εἴτε καὶ μή, ὅπη φίλον ἑκάστῳ κρινέτω, ἐμοὶ δ' ἐφείσθω τἀληθῆ γράφειν. Ῥωμαίᾳ μὲν οὖν γλώττῃ τὴν τῶν λόγων συγγραφὴν βασιλεὺς παρεῖχε. μετέβαλλον δ' αὐτὴν Ἑλλάδι μεθερμηνευταὶ φωνῇ οἷς τοῦτο ποιεῖν ἔργον ἦν, τῶν δ' ἑρμηνευθέντων λόγων δείγματος ἕνεκεν μετὰ τὴν παροῦσαν ὑπόθεσιν ἑξῆς ἐκεῖνον συνάψω, ὃν ὁ αὐτὸς ἐπέγραψε "6Τῷ τῶν ἁγίων συλλόγῳ"6, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἀναθεὶς τὴν γραφήν, ὡς μή τις κόμπον εἶναι νομίσειε τὴν ἡμετέραν ἀμφὶ τῶν λεχθέντων μαρτυρίαν. Κἀκεῖνο δὲ μνήμης οὔ μοι δοκεῖ ἀπόβλητον εἶναι, ὃ δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν ὁ θαυμάσιος κατεπράξατο. ἐπειδὴ γάρ ποτε θάρσει τῆς αὐτοῦ περὶ τὸ θεῖον εὐλαβείας ἀμφὶ τοῦ σωτηρίου μνήματος λόγον παρασχεῖν εἰς ἐπήκοον αὐτοῦ δεδεήμεθα, προθυμότατα μὲν τὰς ἀκοὰς ὑπεῖχε, πλήθους δ' ἀκροατῶν περιεστῶτος ἔνδον ἐν αὐτοῖς βασιλείοις ὄρθιος ἑστὼς ἅμα τοῖς λοιποῖς ἐπηκροᾶτο, ἡμῶν δ' ἀντιβολούντων ἐπὶ παρακειμένῳ τῷ βασιλικῷ θρόνῳ διαναπαύεσθαι, ἐπείθετο μὲν οὐδαμῶς, συντεταμένῳ δὲ λογισμῷ τὴν διάκρισιν ἐποιεῖτο τῶν λεγομένων, ταῖς τε δογματικαῖς θεολογίαις ἀλήθειαν ἐπεμαρ4.33.2 τύρει. ἐπεὶ δὲ πολὺς ἦν ὁ χρόνος ὅ τε λόγος ἐμηκύνετο, ἡμεῖς μὲν καταπαύειν προῃρήμεθα, ὁ δ' οὐκ ἀνίει, περαίνειν δ' εἰς τέλος προὔτρεπεν· ἀντιβολούντων δὲ καθέζεσθαι ἀντεδυσώπει, τοτὲ μὲν φήσας ὡς οὐ θεμιτὸν εἴη τῶν περὶ θεοῦ κινουμένων δογμάτων ἀνειμένως ἀκροᾶσθαι, τοτὲ δὲ συμφέρειν αὐτῷ καὶ λυσιτελεῖν τοῦτο· ἑστῶτας γὰρ ὑπακούειν τῶν θείων ὅσιον. ἐπεὶ δὲ καὶ ταῦτα τέλους ἐτύγχανεν, ἡμεῖς μὲν οἴκαδε ἐπανῄειμεν καὶ τὰς συνήθεις 4.34.1 ἀπελαμβάνομεν διατριβάς, ὁ δὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ πεπρονοημένος, περὶ κατασκευῆς θεοπνεύστων λογίων εἰς ἡμέτερον πρόσωπον ἐπετίθει γράμμα. συνῆπτε δ' αὐτῷ καὶ ἄλλο περὶ τῆς ἁγιωτάτης τοῦ πάσχα ἑορτῆς. προσφωνησάντων γὰρ ἡμῶν αὐτῷ μυστικὴν ἀνακάλυψιν τοῦ τῆς ἑορτῆς λόγου, ὅπως ἡμᾶς ἠμείψατο