1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

64

ἠφάνιζον, ναούς τ' αὐτῶν καὶ τεμένη εἰς ὕψος ἠρμένα μηδενὸς ἐπικελεύοντος καθῄρουν, ἐκκλησίας δ' ἐκ θεμελίων ἀνιστῶντες τῆς προτέρας ἀντικατηλλάττοντο πλάνης. 4.39.3 Ἀλλὰ γὰρ καθ' ἕκαστα γράφειν τῶν τοῦ θεοφιλοῦς πράξεων οὐχ ἡμέτερον ἂν εἴη μᾶλλον ἢ τῶν τὸν πάντα χρόνον αὐτῷ συνεῖναι κατηξιωμένων· ἡμεῖς δ' ἐν ὀλίγῳ ἡμῖν διεγνωσμένα τῇδε παραδόντες τῇ γραφῇ ἐπὶ τὸν ὕστατον αὐτοῦ τῆς ζωῆς διαβησόμεθα χρόνον. 4.40.1 Ἐπληροῦντο μὲν αὐτῷ τριάκοντα ἐνιαυτῶν περίοδοι τῆς βασιλείας· τρεῖς δ' αὐτῷ παῖδες, καίσαρες περιφανέστατοι, κοινωνοὶ τῆς βασιλείας διαφόροις ἀνεδείκνυντο χρόνοις, ὁ μὲν ὁμώνυμος τῷ πατρὶ Κωνσταντῖνος πρῶτος μετασχὼν τῆς τιμῆς ἀμφὶ τὴν τοῦ πατρὸς δεκαετηρίδα, ὁ δὲ δεύτερος τῇ τοῦ πάππου κοσμούμενος ὁμωνυμίᾳ Κωνστάντιος ἀμφὶ τὴν εἰκοσαετηρικὴν πανήγυριν ἀνηγορευμένος, ὁ δὲ τρίτος Κώνστας, τὸν ἐνεστῶτα καὶ συνεστῶτα τῷ τῆς ἐπωνυμίας προσρήματι σημαίνων, ἀμφὶ τὴν τρίτην δεκάδα προηγ4.40.2 μένος. οὕτω δὴ τριάδος λόγῳ τριττὴν γονὴν παίδων θεοφιλῆ κτησάμενος, ταύτην τ' ἐφ' ἑκάστῃ περιόδῳ δεκαετοῦς χρόνου εἰσποιήσει τῆς βασιλείας τιμήσας, τῷ παμβασιλεῖ τῶν ὅλων εὐχαριστηρίων καιρὸν εὔκαιρον εἶναι τὸν τῆς αὐτοῦ τριακονταετηρίδος ἡγεῖτο, καὶ δὴ τοῦ ἐν Ἱεροσολύμοις αὐτῷ σὺν πάσῃ φιλοκάλῳ σπουδῇ κατειργασμένου μαρτυρίου προσήκειν τὴν ἀφιέρωσιν ποιήσασθαι εὖ ἔχειν ἐδοκίμαζεν. 4.41.1 Μισόκαλος δὲ κἀν τούτῳ φθόνος οἱονεὶ σκότιον νέφος τηλαυγεστάταις ἡλίου μαρμαρυγαῖς ὑπαντήσας, τὸ φαιδρὸν τῆς πανηγύρεως θορυβεῖν ἐπείρα, 4.41.2 τὰς κατ' Αἴγυπτον αὖθις ἐκκλησίας ταῖς αὐτοῦ ταράττων ἐρεσχελίαις. ἀλλ' ὅ γε τῷ θεῷ μεμελημένος σύνοδον αὖθις πληθύουσαν ἐπισκόπων ὥσπερ θεοῦ στρατόπεδον καθοπλίσας, ἀντιπαρετάττετο τῷ βασκάνῳ δαίμονι, ἐξ ἁπάσης Αἰγύπτου καὶ Λιβύης, Ἀσίας τε καὶ Εὐρώπης σπεύδειν πρῶτα μὲν ἐπὶ τὴν τῆς διαμάχης λύσιν, ἐντεῦθεν δὲ τὴν ἀφιέρωσιν τοῦ προλεχθέντος νεὼ ποιεῖσθαι 4.41.3 διακελευσάμενος. ὁδοῦ δὴ πάρεργον ἐπὶ τῆς Φοινίκων μητροπόλεως προσέταττε διαλύσασθαι τὰς ἐρεσχελίας· μὴ γὰρ ἐξεῖναι τὰς γνώμας διῃρημένους ἐπὶ τὴν τοῦ θεοῦ παρεῖναι λατρείαν, θείου νόμου διαγορεύοντος μὴ πρότερον τὰ δῶρα προσφέρειν τοὺς ἐν διαφορᾷ τυγχάνοντας ἢ φιλίαν σπεισα4.41.4 μένους καὶ τὰ πρὸς ἀλλήλους εἰρηνικῶς διαθέντας. ταῦτα βασιλεὺς τὰ σωτήρια παραγγέλματα τῇ αὐτὸς αὐτοῦ διανοίᾳ ζωπυρῶν, σὺν ὁμονοίᾳ καὶ συμφωνίᾳ τῇ πάσῃ ἔχεσθαι τῶν προκειμένων διὰ γραφῆς οὕτως ἐχούσης ἐδήλου· 4.42.1 Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῇ ἁγία συνόδῳ τῇ κατὰ Τύρον. Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοιδορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. ἐπεὶ δ' οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀξίως), τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρῄζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰάσασθαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα, ἕως καιρὸς ἐπιτρέπει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδώσητε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, 4.42.2 ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία. ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστὸν καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον καὶ ὑμῖν αὐτοῖς, ἐάν γε τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης αἴτιον εὐδοξίας, πάντας ἀνθρώπους συνομολογεῖν ἡγοῦμαι. μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ' ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ' ὑμῶν. 4.42.3 Οὐδὲν δὲ τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ὑμῖν