1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

64

Ὅτι οὐ δύναται λέγεσθαι ὁ Χριστὸς Πνεύματος καθάπερ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὅτι λέγεται ἀδιαφόρως Πνεῦμα Θεοῦ καὶ Πνεῦμα Χριστοῦ.

ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ ἐστὶν αἴτιος τοῦ λόγου ὁ νοῦς, οὕτως καὶ τοῦ πνεύματος, διὰ μέσου δὲ

τοῦ λόγου· καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν τοῦ Πνεύματος.

ΕΡΩΤΗΣΙΣ Α,35 Τί δηλοῖ τὸ ὑπὸ τοῦ Κυρίου λεγόμενον τὸ «ἐὰν ὁ ὀφθαλμὸς ἢ ἡ χεὶρ ἢ ὁ ποὺς

σκανδαλίζῃ σε, ἔκκοψον αὐτοὺς καὶ βάλε ἀπὸ σοῦ»; (14Α_302> ΑΠΟΚΡΙΣΙΣ Ἔστιν μὲν καὶ περὶ φίλων ὡς ὀφθαλμῶν, καὶ οἰκείων ὥσπερ χειρῶν ἡμῶν

ὄντων ἀναγκαίων, καὶ ἑταίρων ποδῶν δίκην διακονούντων ἡμῖν ὑπονοεῖν τὴν παραβολὴν κατὰ τὸ πρόχειρον αἰνίττεσθαι· οὕσπερ, ἐὰν σκανδαλίζωσιν καὶ τὴν ψυχὴν καταβλάπτωσιν, ἐκκόπτειν ὁ λόγος παρεκελεύσατο. Ἔστιν δὲ καὶ ἄλλως ἐκλαβεῖν τὸ παράγγελμα κατὰ τὸν τῆς ἀναγωγῆς τρόπον· ἐὰν ἔχῃς θεωρητικὴν γνῶσιν ὥσπερ ὀφθαλμόν, πρὸς τύφον δὲ αὐτὴ ἐπαίρει σε καὶ ὑπερηφανίαν, ἔκκοψον αὐτήν· ἐὰν δὲ καὶ πρᾶξιν ἀστείαν, καὶ αἰτία σοι γίνεται ἐπάρσεως, ἔκκοψον αὐτήν· ὡσαύτως δὲ καὶ ἐὰν ἱκανότητα ἔχῃς διακονίας, ὅπερ ἐστὶν ὁ πούς, καὶ ὡς ἐκ τούτου φυσᾶσαι, ἀπόσθητι ἀπ᾽ αὐτῆς. Συμφέρει γάρ σοι παρὰ ταύτας τὰς δοκούσας εἶναι ἀρετὰς γενέσθαι καὶ μὴ διὰ τῆς ἐπάρσεως καὶ ὑπερηφανίας εἰς παντελῆ χωρῆσαι ἀπώλειαν.

ΕΡΩΤΗΣΙΣ Α,36 Τί δηλοῖ τὸ «ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς»; ΑΠΟΚΡΙΣΙΣ Ὅτ᾽ ἂν ἐν ἡμῖν ὑψωθῇ ὁ ἥλιος τῆς δικαιοσύνης διὰ τῶν ἀγαθῶν ἔργων καὶ

τῆς ἀληθοῦς γνώσεως, τότε ἡ σελήνη ἵσταται ἐν τῇ τάξει αὐτῆς, τουτέστιν ἡ ἡμετέρα φύσις, ἡ ὑπὸ τροπὴν οὖσα καὶ ἀλλοίωσιν, τάξιν λαμβάνει βάσιμον.

(14Α_304> ΕΡΩΤΗΣΙΣ Α,37 Τί ἐστιν τὸ ἐν τῇ καθολικῇ Πέτρου γεγραμμένον "ἵνα κριθῶσιν μὲν κατὰ

ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ Θεὸν πνεύματι"; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ περὶ τῶν ἐν τῷ κατακλυσμῷ εἴρηται ταῦτα, οὗτοι δὲ εἶχον παντελῆ

ἀγνωσίαν Θεοῦ καὶ πονηροῖς ἐπιτηδεύμασι συνέζων, ὅσα μὲν οὖν εἰς ἑαυτοὺς ἡμάρτανον διὰ τῶν καθ᾽ ἑκάστην συμβαινόντων αὐτοῖς πειρασμῶν, πολέμων τε καὶ ἐπαγωγῶν καὶ ποικίλων συμβάσεων, ἀφῆκεν αὐτοῖς· τὰ δὲ περὶ τῆς εἰς αὐτὸν ἀγνοίας καὶ ἀσεβείας ἁμαρτήματα οὐκ ἀφῆκεν αὐτοῖς, ἵνα διὰ τῆς εἰς αὐτὸν πίστεως, ἡνίκα διὰ φιλανθρωπίαν ἐν τῇ τοῦ ᾅδου γένηται χώρᾳ, ὅσοι πιστεύσουσιν, ἀφεθῇ αὐτοῖς ἡ τῆς ἀσεβείας ἁμαρτία καὶ ζήσωσιν κατὰ Θεὸν πνεύματι, κριθέντες δηλονότι σαρκὶ καθὼς εἴρηται ὑπὲρ τῶν εἰς ἀνθρώπους πλημμελειῶν.

(14Α_306> ΕΡΩΤΗΣΙΣ Α,45 Τί ἐστιν τὸ ἐν ψαλμοῖς εἰρημένον "σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός"; ΑΠΟΚΡΙΣΙΣ Ἕξ εἰσιν σχολαὶ ἅστινας κατορθοῦντες Θεὸν ἐπιγνῶναι δυνάμεθα· πρώτη ἡ

τῆς ἁμαρτίας ἐνεργείας, δευτέρα ἡ τῆς ἐξαπτικῆς διαίτης, τρίτη ἡ τοῦ τόπου τῆς ἐπιμιξίας τῶν ἀφυλάκτως βιούντων, τετάρτη ἡ τοῦ ἀπροσφόρου ἐπιτηδεύματος τοῦ κατὰ Θεὸν βίου, πέμπτη ἡ τῆς ὑπάρξεως τῆς διαβεβλημένης καὶ εἰς πολλὰ περισπώσης τὸν νοῦν, ἕκτη τὸ μὴ ἔχειν καθόλου ἴδιον θέλημα. Καὶ τοῦτό ἐστιν καὶ ἀποταγὴ καὶ ὑποταγὴ ἡ ἀληθινὴ καὶ κατὰ Θεόν.

(14Α_308> ΕΡΩΤΗΣΙΣ Α,67