ἄλγεα μενεῖ κατὰ κόσμον.] (ῃ. 166) Ὅτι κἀνταῦθα, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ἡ Ἶρις ἐπὶ φήμης νοεῖται, ἥτις ὑπὸ Ἥρας, τουτέστιν ἀέρος, στελλομένη ἀγγέλλει τῷ Ἀχιλλεῖ τὰ κατὰ Πάτροκλον. ὡς γὰρ πρὸ τούτου οὐκ ἔλαθε τὸν Νέστορα ἰαχή, οὕτω καὶ ὧδε τῇ φυλόπιδι τεκμαίρεται Ἀχιλλεὺς τὸ συμβάν, κρύβδα δέ, ταὐτὸν δ' εἰπεῖν λάθρᾳ ἢ λάθρῃ, ∆ιὸς κατὰ τὸν ποιητὴν στέλλεται, διότι οὐ διήρθρωται σαφῶς ἡ ἐκ τῆς ἰαχῆς δήλωσις, ὡς ἡ τοῦ ἀγγέλου οἷον τοῦ Ἀντιλόχου, ἀλλ' οἷον ὑποκλέπτουσα τὸ σαφὲς λεληθότως πως παραδηλοῖ τὸ ὑπονοούμενον. (ῃ. 168) Ἰστέον δὲ ὅτι πᾶσαν Ἶριν Ἥρα πέμπει, ἤγουν ἀήρ, εἰςὃν μεταλαμβάνεταί ποτε καὶ ὁ Ζεύς, ὁ καὶ αὐτὸς ἐν πολλοῖς πέμπων ὁμοίως τὴν Ἶριν, εἴτε τις πτερωτὴν αὐτὴν δαίμονα θέλει νοεῖν εἴτε τὴν ἐν ἀέρι φαινομένην εἴτε τὴν φήμην. οὐδὲν γὰρ τούτων ἀέρος δίχα τὰ ἑαυτοῦ ἐνεργεῖ. Εἰκὸς δὲ καὶ κοινῶς ὑπὸ τοῦ λαοῦ ἐκφωνηθὲν ἄρτι, ὡς ἁρπάζεται ἤδη ὁ Πάτροκλος, ἀπηχηθῆναι ἕως καὶ εἰς Ἀχιλλέα. καὶ τοῦτό ἐστι μάλιστα ἡ ποδήνεμος Ἶρις ἡ τὸν Ἀχιλλέα ἐρεθίσασα. οὐ γὰρ ἤρκει τὸ τοῦ Ἀντιλόχου τὸ «κεῖται Πάτροκλος», ἀλλὰ καὶ φήμη τυχὸν αὐτίκα ἐξεβοήθη τῆς ἁρπαγῆς τοῦ Πατρόκλου. οὐδὲν δὲ κωλύει νοῆσαι κατὰ τὸ σιωπώμενον, ὁποῖα πολλὰ τῶν τοῦ 4.154 ποιητοῦ, καὶ ὅτι οὗτός τις καὶ ἐκεῖνος ἄλλος, καὶ οὕτω πολλοί, ποδηνέμοι ὡσανεὶ ἐλθόντες ἤγγειλαν τῷ Ἀχιλλεῖ τόν τε κίνδυνον καὶ ἕτερα παροξύνοντα εἰς θυμὸν ἐκεῖνον. καὶ ἔστι καὶ τοῦτο ἀσφαλῶς εἰπεῖν Ἶριν. (ῃ. 170-5) Ἦσαν δὲ τά, ὡς εἰκός, ὑπὸ τῆς τοιαύτης Ἴριδος τῆς μετὰ τὸν Ἀντίλοχον εἰρημένα, ὁποῖά φησιν Ὅμηρος, οἷον «ὄρσεο, Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν, Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νηῶν· οἳ δ' ἀλλήλους ὀλέκουσι», καὶ ἑξῆς. (ῃ. 174-7) Καὶ ὅτι ἐρύσασθαι Τρώων ἐθελόντων, μάλιστα Ἕκτωρ ἑλκέμεναι μέμονε τὸν νέκυν, «κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει» ἢ ἄνωγε, «πῆξαι ἀνὰ σκολόπεσσι ταμόντα ἁπαλῆς ὑπὸ δειρῆς». (ῃ. 178-80) Καὶ ἐπὶ πᾶσι τὸ «ἀλλ' ἄνα μήδ' ἔτι κεῖσο, σέβας δέ σε θυμὸν ἱκέσθω, Πάτροκλον Τρῳῇσι κυσὶ μέλπηθρα γενέσθαι», τὰ καὶ προδεδηλωμένα, «σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθοι». Καὶ ἐπὶ τοιούτοις λόγοις ἢ λογισμοῖς καὶ τοιαύτῃ ἀγγέλῳ Ἴριδι τοῦ καθῆσθαι καὶ πενθεῖν ἐξανίσταται ὁ Ἀχιλλεύς. ὡς εἰ μὴ ταῦτ' ἢ ἐλαλήθη ποθὲν ἢ ἄλλως εἰς νοῦν ἐρρητορεύθη τῷ Ἀχιλλεῖ, οὐκ ἦν ἄλλως ἀξίως τῆς ποιητικῆς πιθανότητος ἐκδραμεῖν αὐτὸν εἰς ἄμυναν. (ῃ. 165-8) Ὅτι δὲ πρὸς αὐτῇ τῇ ἀκμῇ τῆς ἁρπαγῆς ὁ Ἀχιλλεὺς ἐξεπήδησε, δηλοῖ τὸ «καὶ δὴ ἂν εἴρυσέ τε καὶ ἄσπετον ᾔρατο κῦδος», ὁ Ἕκτωρ, «εἰ μὴ τῷ Ἀχιλλεῖ Ἶρις ἄγγελος ἦλθεθέουσα, κρύβδα ∆ιός», ὡς εἴρηται, «πρὸ γὰρ ἧκε μιν Ἥρη», καὶ ἑξῆς. (ῃ. 170) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ «ἐκπαγλότατε ἀνδρῶν» τῷ Ἀχιλλεῖ προσφωνηθὲν ὀνειδιστικῶς, ὡς ἐκπλήξεως καὶ τοῦτο ἄξιον ὄν, εἰ οὕτω τοῦ φίλου πάσχοντος αὐτὸς κεῖται ἡσυχάζων. δύναται δὲ καὶ ἐπαινετικῶς ῥηθῆναι ὡς ἐπὶ φοβεροῦ καὶ φρικτοῦ, καὶ δηλώσει Ὅμηρος ἑξῆς ἐτυμολογῶν, ὅπου ἐρεῖ ὅτι φανέντος Ἀχιλλέως ἡνίοχοι ἔκπληγεν, ἐξ οὗ ἐκπλαγώτατος, καὶ μεταθέσει ἐκπαγλότατος. (ῃ. 175-7) Σημείωσαι δὲ καὶ ὅτι λύσιν κἀνταῦθά τινα προβάλλεται ὁ ποιητὴς τῆς ὕστερον ἐξ Ἀχιλλέως εἰς τὸν Ἕκτορα ὠμότητος, εἴγε καὶ πάντων μάλιστα ἕλκειν αὐτὸς ἐθέλει τὸν Πάτροκλον καὶ τὴν κεφαλὴν ἀνασκολοπίσαι καὶ κυσὶν εἰς μέλπηθρα παραβαλεῖν. Ἔνθα σημείωσαι περὶ τῆς ἀνασκολοπίσεως ὡς 4.155 οὐκ ἂν πιθανὸν ἦν ἑτέρωθεν τῷ Ἀχιλλεῖ λαληθὲν τοῦτο, εἰ μὴ ἐκ τῆς Ἴριδος. τίς γὰρ ἀνθρώπων εἶχεν εἰδέναι αὐτό, κρυπτόμενον ἔσω τῷ Ἕκτορι; εἰ δὲ καὶ ἐξελάλει αὐτὸς ἐν μάχῃ, καὶ οὕτως ἡ Ἶρις τὸ τοιοῦτον διαγγέλλει καὶ οὐκ οἶδεν ἄλλως αὐτὸ Ἀχιλλεύς. (ῃ. 177 ς.) Ὅρα δὲ καὶ τὴν ˉἀˉνˉα πρόθεσιν δοτικῇ συνταχθεῖσαν συνήθως ἐν τῷ «ἀνὰ σκολόπεσσιν», [ἐξ οὗ τὸ ἀνασκολοπίσαι σύγκειται,] καὶ τὸ «ἄνα» κείμενον, ὡς παρὰ Σοφοκλεῖ, οὕτω καὶ νῦν ἀντὶ τοῦ «ἀνάστηθι», κατὰ τελείαν ἔλλειψιν ῥήματος, τὴν καὶ ἐπὶ ἄλλων δηλωθεῖσαν γίνεσθαι προθέσεων, καὶ ὅτι πρὸς διαστολὴν ὁμωνυμίας τοῦ ἄνα, ὅ ἐστι βασιλεῦ, ἐπήγαγε μετὰ τὸ «ἀλλ' ἄνα», τὸ «μηδ' ἔτι κεῖσο». Τὸ δὲ «σέβας δέ σε θυμὸν