69
Ὅτι «ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος». ΑΠΟΚΡΙΣΙΣ Ἀρραβὼν γὰρ καὶ τῶν ἀγαθῶν πάντων καὶ τῆς ἀϊδίου ζωῆς ἐστιν ἡ διὰ τοῦ
ἁγίου βαπτίσματος διδομένη χάρις, ἧς μέτοχοι γενοίμεθα χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΕΡΩΤΗΣΙΣ Β,14 Πῶς νοήσομεν τὸ ἐν τῷ ἁγίῳ ∆ιονυσίῳ γεγραμμένον, ὅτι «καὶ τὸ μὴ ὂν
ἐφίεται» τοῦ Θεοῦ; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ οὐδὲν τῶν ὄντων ἐστὶν ὁ Θεὸς ἀλλ᾽ ὑπὲρ πάντα τὰ ὄντα, κατὰ τοῦτο
καὶ τὸ μὴ ὂν θέσιν λαμβάνει· Κυρίως γὰρ ἐπ᾽ αὐτοῦ λέγεται τὸ μὴ ὄν, ἐπειδὴ οὐδέν ἐστι τῶν ὄντων.
(14Α_338> ΕΡΩΤΗΣΙΣ Β,18 Τί ἐστιν· «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ
πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»; ΑΠΟΚΡΙΣΙΣ Εὐκολώτερόν ἐστι, φησί, τὸ σκολιὸν τῶν ἐθνῶν τοῦτο γὰρ ἡ κάμηλος
εἰσελθεῖν διὰ τῆς στενῆς καὶ τεθλιμμένης, ὅπερ ἐστὶν ἡ τρυμαλιά, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἢ τῶν Ἰουδαίων τὸν λαὸν ἔχοντα νόμον καὶ προφήτας· ὥσπερ δὲ ἡ ῥαφὶς πίπτει εἰς δύο σχίσματα καὶ ἀποτελεῖ ἕν, οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅς ἐστιν ἡ ῥαφίς, συνῆψε τοὺς δύο λαούς, κατὰ τὸν Ἀπόστολον ποιήσας τὰ ἀμφότερα ἕν. Ἀλλὰ καὶ ὁ δι᾽ ἐγκρατείας λεπτύνας ἑαυτὸν καὶ κλώσας εὐκολώτερον εἰσέρχεται διὰ τῆς στενῆς πύλης εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἢ πλούσιος ὁ τραπέζῃ καὶ ἀνθρωπίνῃ δόξῃ ἑαυτὸν ἐμπλατύνων ἀεί.
ΕΡΩΤΗΣΙΣ Β,23 ∆ιατί οἱ πρώην ἄνθρωποι ἔζων πολλὰ ἔτη, οἱ δὲ τελευταῖοι ὀλίγα; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ πάντη ἀθεΐαν ἐνόσουν οἱ πρώην, ᾠκονόμησεν ὁ Θεὸς πολὺν αὐτοὺς
χρόνον παρακατέχεσθαι ἐν τῇ ζωῇ ταύτῃ, ὅπως διὰ τῶν ἀλλεπαλλήλων συμβάσεων εἰς αἴσθησιν αὐτοὺς ἀγάγῃ ὅτι ἔστιν τις πρόνοια ἡ τὴν ποικίλην τῶν γινομένων διεξάγουσα κίνησιν. Ἡ δὲ τελευταία γενεά, ἐπειδὴ γνῶσιν ἔλαβε τοῦ τε γραπτοῦ νόμου καὶ τοῦ πνευματικοῦ, διὰ τοῦτο οὐ παρακατέχεται τῇ πολυχρονίῳ ζωῇ.
ΠΑΡΑΛΛΑΓΗ Γ' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ (14Α_344> ΕΡΩΤΗΣΙΣ Γ,1 Τί ἐστι τὸ «ποιήσωμεν ἄνθρωπον. κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν», καὶ
ὑποκαταβὰς λέγει «καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν» καὶ παρέλειπεν τὸ καθ᾽ ὁμοίωσιν;
ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ πρῶτος τοῦ Θεοῦ σκοπὸς ἦν τὸ ἄνθρωπον γενέσθαι «κατ᾽ εἰκόνα
Θεοῦ καὶ ὁμοίωσιν», ἔστι δὲ τὸ «κατ᾽ εἰκόνα» ἡ ἀφθαρσία, ἡ ἀθανασία, τὸ ἀόρατον, ἅπερ εἰκονίζει τὸ θεῖον, ταῦτα δέδωκεν ἔχειν τῇ ψυχῇ, δεδωκὼς αὐτῇ μετὰ τούτων καὶ τὸ αὐτοδέσποτον καὶ αὐτεξούσιον, ἅπερ πάντα τῆς οὐσίας τοῦ Θεοῦ εἰσιν εἰκονίσματα. Τὸ δὲ «καθ᾽ ὁμοίωσίν» ἐστιν ἡ ἀπάθεια, τὸ πρᾶον, τὸ μακρόθυμον καὶ τὰ λοιπὰ τῆς ἀγαθότητος τοῦ Θεοῦ γνωρίσματα, ἅπερ πάντα ἐνεργείας Θεοῦ εἰσιν παραστατικά. Τὰ οὖν τῆς οὐσίας αὐτοῦ, ἅπερ τὸ κατ᾽ εἰκόνα δηλοῦσιν, δέδωκε φυσικῶς τῇ ψυχῇ· ἃ (14Α_346> δὲ τῆς ἐνεργείας εἰσὶν τοῦ Θεοῦ, τὸ «καθ᾽ ὁμοίωσιν»