κατέστησε θεῖον παρεμβαλὼν συνήθως πρόσωπον, δι' οὗ τεράστιος φαντασθεὶς ὁ Ἀχιλλεὺς τήν τε ἰδέαν τήν τε φωνὴν τοὺς πολεμίους ἐτρέψατο. ἄλλως γὰρ οὐκ ἂν ἀψόγως ἔπλασεν ὁ ποιητὴς τοιαύτην ἐκ μόνης τῆς τοῦ Ἀχιλλέως θέας καὶ φωνῆς φυγήν. ὁ γοῦν Ἕκτωρ καὶ εἰσέτι μετ' ὀλίγα ἐνδοιάζων, εἰ ἐτεὸν ἀνέστη Ἀχιλλεύς, οὕτω πιθανῶς θαρρεῖ ἀντιστῆναι πρὸς μάχην εἰς αὔριον. ἔσχε δὲ τὸ ἐνδοιάσαι διὰ τὸ τεράστιον τῆς θέας καὶ τῆς βοῆς, ὡς δῆθεν θεόθεν πρὸς ὥραν γενόμενον, ἵνα μόνον περισωθῇ ὁ νεκρός. (ῃ. 219) Ἰστέον δὲ ὅτι καλὸν τῷ ποιητῇ καὶ τὸ παραβολικῶς πολεμικὴν σάλπιγγα παραλαβεῖν τὸ ἐνυάλιον ἠχοῦσαν ὡς ἐν πολιορκίας καιρῷ, ὥσπερ καὶ πολεμικοὺς ἀνωτέρω πυρσοὺς παρέθετο ἀκολούθως τοῖς ὑποκειμένοις πράγμασιν. [Οὔτε γὰρ ψιλὸς ὅπλων ἐμφανισθεὶς ὁ Ἀχιλλεὺς ἐξεθρόησεν ἂν τοὺς ὁπλίτας ἐχθρούς, οἵγε καὶ ἐχάρησαν ἂν καὶ ἐθάρσησαν καὶ ἐπέδραμον, ὡς καὶ καταφαγεῖν αὐτόν, ὃ δὴ λέγεται. οὐδὲ μὴν τῇ κατὰ φύσιν αὐτοῦ καὶ μόνου βοῇ ἐξέπληξεν ἂν ἐκείνους, εἰ καὶ ὅτι μάλα λιγύφθογγος ἦν καὶ ὀξὺς βοῆσαι. φαντάσας δὲ διὰ τοῦ χρυσέου νέφους καὶ τῆς τεραστίας φλογὸς τῶν ἀμφιχυθέντων αὐτῷ λαμπρώτατον ὁπλίτην καὶ τῇ, ὡς εἰκός, ἐμβοητικῇ συμφωνίᾳ τῶν ἀμφ' αὐτὸν Μυρμιδόνων μόνων-οὐ γὰρ ἐμίγνυτο τοῖς λοιποῖς ἀλλ' ἰδίαζε λόγῳ Ἀθηνᾶς, ἤτοι φρονήσεως, ἵνα μὴ ἀλλαχοῦ ταῦτα φαίνοιντο γίνεσθαι, ἀλλ' αὐτόχρημα περὶ τὰς τοῦ Ἀχιλλέως νῆας-, ἀριζήλην τε φωνὴν ἀφῆκεν καὶ οἵαν ἐκφοβῆσαι 4.165 τοὺς ἐναντίους καὶ κατάφρακτος ὅπλοις δεινὸν γανόωσιν ἐνομίσθη, καὶ οὕτω τρεψάμενος ἐκείνους τὸν τοῦ ἑταίρου νεκρὸν περιεσώσατο.] (ῃ. 219) Ὅτι δὲ τὸ ἀριζήλη θηλυκόν ἐστι τοῦ ἀρίζηλος, οἷον ἀστὴρ ἀρίζηλος, καὶ ὅτι ἔτρεψε τὸ ˉδ εἰς ˉζ συνήθως, δῆλόν ἐστι, καὶ ὅτι καιρία λέξις ὡς ἐν ποιήσει τὸ ἀριζήλη φωνῆς ὑπερφωνούσης τὰς λοιπάς. διὸ καὶ δὶς αὐτῇ ἐνταῦθα ἐχρήσατο ἐπί τε σάλπιγγος καὶ ἐπὶ Ἀχιλλέως. Φασὶ δὲ οἱ παλαιοὶ ὡς οἶδε μὲν ὁ ποιητὴς σάλπιγγα, ἥρωας δὲ οὐκ εἰσάγει χρωμένους αὐτῇ οὐδὲ εἰδότας. ὃ δὴ καὶ περὶ τοῦ τετρώρου φασίν. Ἓξ δέ, φασί, σαλπίγγων εἴδη· πρώτη, ἣν εὗρεν Ἀθηνᾶ, διὸ καὶ Σάλπιγξ Ἀθηνᾶ παρὰ Ἀργείοις τιμᾶται, καὶ κεῖται καὶ παρὰ Λυκόφρονι τὸ ἐπίθετον· δευτέρα, ἡ στρογγύλη παρ' Αἰγυπτίοις, ἣν Ὄσιρις εὗρε, καλουμένη, φασί, χνούη. χρῶνται δ' αὐτῇ πρὸς θυσίαν, καλοῦντες τοὺς ὄχλους δι' αὐτῆς· τρίτη, ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα ἔχουσα θηριόμορφόν τινα καὶ αὐλὸν μολίβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ σαλπισταί. ἔστι δὲ ὀξύφωνος καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ· τετάρτη ἡ Παφλαγονική, ἧς ὁ κώδων βοὸς ἦν προτομή, βαρύφωνος, ἀναφυσητή. καλεῖται δέ, φασί, βόϊνος. πέμπτη Μηδική, τὸν αὐλὸν ἔχουσα καλάμινον, τὸν δὲ κώδωνα βαρύφωνον, ὀγκόφωνος. ἕκτη Τυρσηνική, ἧς εὑρεταὶ Τυρσηνοί, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον ἔχουσα, λίαν ὀξύφωνος, ἧς καὶ Σοφοκλῆς ἐν τῷ Μαστιγοφόρῳ μέμνηται. (ῃ. 2) Ὅρα δὲ καὶ τὸ «περιπλομένων δηΐων», ἤγουν περιπολούντων, κυκλούντων, ὡς χρησιμεῦον εἰς τὸ «περιπλομένων ἐνιαυτῶν», ληφθὲν καὶ αὐτὸ ἀντὶ τοῦ περιπελομένων, περιστρεφομένων, καὶ ὅτι τὸ «θυμοραϊστέων» δι' ἑνὸς μὲν ˉρ γράφεται [καὶ ὧδε] ὡς κοινόν, οὐ μὴν Ἀττικῶς. εἴρηται δὲ πρὸς ἀναλογίαν τῶν ἐν Ὀδυσσείᾳ κυνοραϊστῶν. [Εἰ δὲ πρὸ τούτων μὲν θάνατος ἐρρέθη θυμοραϊστής, ἐνταῦθα δὲ δήϊοι θυμοραϊσταί, τί κωλύει καὶ σίδηρον εἰπεῖν θυμοραϊστήν, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον], καὶ ὅτι σχεδιασμοῦ 4.166 εἴκασμα ἔχει καὶ τὸ ἐν δυσὶν ἐφεξῆς στίχοις πρὸς τῷ τέλει ἐνταῦθα κεῖσθαι τὸ «Αἰακίδαο», οἷα τοῦ σχεδιάζειν μὴ ἐνδιδόντος πρὸς λέξεων διαφόρων ἐπίχυσιν. (ῃ. 222) Σημείωσαι δὲ καὶ ὡς Κέρβερος μέν που συνθέτως χαλκεόφωνος εἴρηται, Ἀχιλλεὺς δὲ διαλελυμένως ὄπα χάλκεον ἔχει. καὶ ἔστι τῇ λέξει τὸ ἀσφαλὲς ἐκ τῆς κατὰ τὴν σάλπιγγα εἰκόνος, οἷα θεραπευθείσῃ ἐκεῖθεν. οὗ γὰρ ἡ φωνὴ ὁποία σάλπιγξ ἀριζήλη τε καὶ καθ' ἕτερον ποιητὴν εἰπεῖν χαλκόστομος, ὁ τοιοῦτος οὐ καινόν, εἴπερ ὄπα χάλκεον ἔχειν λεχθείη ἤγουν στερεάν, ἣν ἀτειρέα φθάσας εἶπε, καὶ ἄθραυστον, καί,