1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

73

(14Α_364> ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΘ' (59) ΨΑΛΜΟΝ* «Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν τῷ ∆αυΐδ, εἰς

διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ Συρίαν Σωβὰ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας».

«Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις» ὁ παρὼν ἐπιγέγραπται ψαλμός, διά τε τὴν ἐπὶ τέλει τῶν χρόνων διὰ τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀγνοίας εἰς γνῶσιν Θεοῦ γνωμικήν τε καὶ προαιρετικὴν μεταβολὴν καὶ ἀλλοίωσιν, διά τε τὴν εἰς ὕστερον ἐπὶ τέλει τῶν αἰώνων γενησομένην δι᾽ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ καθολικὴν τοῦ παντὸς γένους τῶν ἀνθρώπων ἐν χάριτι φυσικὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν ἀθάνατον καὶ ἀφθαρσίαν διὰ τῆς προσδοκωμένης ἀναστάσεως ἀλλοίωσίν τε καὶ ἀνανέωσιν· «εἰς στηλογραφίαν» δὲ τῷ «∆αυΐδ», τουτέστιν αὐτῷ τῷ Χριστῷ, διά τε τὴν γεγενημένην ἤδη κατὰ τὴν θείαν αὐτοῦ σάρκωσιν, στήλης δίκην, ἐν αὐτῷ μὲν ὡς ἀρχηγῷ καὶ Σωτῆρι, καὶ μετ᾽ αὐτὸν ἐν τοῖς κατ᾽ αὐτὸν εὐσεβῶς βιοῦσι τῆς κακίας ἀναίρεσιν, διά τε τὸν ἔτι δι᾽ αὐτοῦ γενησόμενον παντελῆ τοῦ τε θανάτου καὶ τῆς φθορᾶς ἀφανισμόν. «Εἰς διδαχὴν» δέ, ὁπόταν «ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν Σωβά». Εἰς διδαχὴν ἡμῖν τοῖς ἀλλοιουμένοις καὶ ἀλλοιωθησομένοις, δηλονότι τὴν ἐπαινετὴν καὶ θείαν ἀλλοίωσιν, ὁ ψαλμὸς ἐπιγέγραπται παρὰ τοῦ (14Α_366> ∆αβὶδ τοῦ νοητοῦ, λέγω δὲ Χριστοῦ τοῦ Θεοῦ. Μόνος γὰρ αὐτὸς ἀληθινὸς βασιλεὺς ὑπάρχων τοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, ὡς πάσης ἀναιρέτης κακίας καὶ ἀγνωσίας καὶ νικητὴς παντὸς χρόνου καὶ φύσεως, δι᾽ ὧν ἐν ἡμῖν ἡ κακία συνίστασθαι πέφυκεν, ἐνεπύρισε τὴν Μεσοποταμίαν, διὰ σαρκὸς ἡμῖν ὁμιλήσας, τουτέστι τὴν ἐπικλυζομένην τοῖς παρὰ φύσιν πάθεσι τῆς σαρκὸς ἕξιν τῆς κακίας, καὶ τὴν «Συρίαν Σωβά», τουτέστι τὴν δεδουλωμένην τῷ χρόνῳ ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν· ἑπτὰ γὰρ ἡ Σωβὰ ἑρμηνεύεται, σαφῶς δὲ τοῦτο δηλοῖ τὴν χρονικὴν ἰδιότητα· ἑβδοματικὸς γὰρ ὁ χρόνος. Φύσιν γὰρ καὶ χρόνον εἴωθεν ὁ διάβολος συνεπικινεῖν ἑαυτῷ κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως, τοὺς ἀφανεῖς συμπλέκων πολέμους, ὡς τὰς δύο Συρίας κατὰ τοῦ ∆αβὶδ ὁ Ἀδρααζάρ Ἀδρααζὰρ γὰρ εἰς τὴν Ἑλλάδα φωνὴν μεταφραζόμενος λύων ἰσχὺν ἢ κατασκάπτων δύναμιν ἑρμηνεύεται , ὅστις ἐστὶν ὁ διάβολος ὁ δι᾽ ἀπάτης τὴν πνευματικὴν ἰσχὺν τῆς ἡμετέρας φύσεως κατ᾽ ἀρχὰς τῇ παραβάσει τῆς θείας ἐντολῆς διαλύσας, καὶ τῷ χρόνῳ καὶ τῇ φύσει δουλώσας τὸν ἄνθρωπον· ἄνευ γὰρ τῶν ὑπὸ φύσιν καὶ χρόνον μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται.

«Καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας».

Πᾶς γὰρ ὁ τῷ νοητῷ βασιλεῖ ∆αβὶδ στρατηγῶν, τουτέστι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ, κατὰ τῶν ἐναντίων δυνάμεων, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν Ἁλῶν. Φάραγξ δέ ἐστιν Ἁλῶν ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διὰ τῆς παρακοῆς γενομένη, ἐν ᾗ, καθάπερ φάραγγι, διὰ λόγου καὶ θεωρίας πᾶς εὐσεβὴς καὶ φιλόθεος πατάσσει φύσιν καὶ χρόνον, ἤγουν τὴν ἐπ᾽ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων (14Α_368> διὰ τὸ ὕψος τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῖς ὑπὸ φύσιν καὶ χρόνον νόμοις. Ὁ γὰρ δώδεκα ἀριθμὸς τὴν φύσιν δηλοῖ καὶ τὸν χρόνον,