1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

74

εἴπερ πενταδικὴ μὲν ἡ φύσις διὰ τὰς αἰσθήσεις, ἑβδοματικὸς δὲ ὁ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον, πέντε δὲ τοῖς ἑπτὰ συνθείς, τὸν δώδεκα πληρώσαις ἂν σαφῶς ἀριθμόν.

Τυχὸν δὲ καὶ τὴν κακῶς δι᾽ ἀπάτης παρὰ φύσιν συμπλακεῖσαν τῇ τετράδι τῶν αἰσθητῶν τριάδα τῶν δυνάμεων τῆς ψυχῆς κατὰ τὴν σχέσιν, δι᾽ ἧς πᾶσα γίνεσθαι πέφυκεν ἁμαρτία, ὁ τῶν ἀνῃρημένων ἀριθμὸς ὑποσημαίνει, ὃν καταφονεύει καλῶς ὁ τῷ νοητῷ ∆αβὶδ ἐν τοῖς ὑπὲρ ἀληθείας ἀγῶσιν ὑπουργῶν καὶ γνωστικῶς τὰς ἀοράτους μάχας συνάπτων καὶ κατὰ τῶν πονηρῶν δυνάμεων πνευματικῶς παραταττόμενος· πᾶσα γὰρ ψυχῆς δύναμις, παρὰ φύσιν κινουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν. Ἐπειδὰν οὖν ὅ τε λόγος καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, τρεῖς τὸν ἀριθμὸν οὖσαι γενικαὶ τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τὸν δώδεκα ἀριθμὸν ἀποτελεῖ· τέσσαρα γὰρ ἐπὶ τρία καὶ τρία ἐπὶ τέσσαρα συντιθέμενα, τοῦτον πληροῖ τὸν ἀριθμόν, ὃν ἀναιρεῖ ὁ τῷ Κυρίῳ πιστῶς προσχωρῶν καὶ καλῶς ἀριστεύων κατὰ παντὸς ἀφανοῦς καὶ πολεμίου πνεύματος.

Ἐπιγέγραπται γοῦν ὁ παρὼν ψαλμὸς «τοῖς μὲν ἀλλοιωθησομένοις» ἡμῖν, «εἰς διδαχὴν» τῶν εἰς ἡμᾶς παρὰ τοῦ νοητοῦ ∆αβὶδ γενομένων ἀγαθῶν, «εἰς στηλογραφίαν δὲ τῷ ∆αυΐδ», τουτέστιν εἰς ἀνάρρησιν τῶν ὑπὲρ ἡμῶν αὐτοῦ θείων καὶ σωτηρίων κατορθωμάτων· ἀνάρρησιν γὰρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ κατὰ τοὺς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς.

«Ὁ Θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς». Ἀπώσατο ἡμᾶς ὁ Θεός, ὅταν, μὴ φυλάξαντες κατ᾽ ἀρχὰς (14Α_370> τὴν

ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατὰ πρόσωπον αὐτοῦ ὁμιλίας· καθεῖλεν ἡμᾶς, ὅταν τοῦ ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης διὰ τὴν ἡμῶν κακίαν ἀπεξένωσεν· ὠργίσθη, ὅταν ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῆς κακίας τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν· ᾠκτείρησεν ἡμᾶς, ὅταν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Θεοῦ Λόγου σαρκωθέντος καὶ τὴν ὑπὲρ πάντων ἡμῶν ὀφειλὴν καταδεξαμένου ἐλυτρώσατο ἡμᾶς τοῦ θανάτου καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν.

«Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη».

Συνέσεισεν ἡμῶν τὴν γῆν καὶ συνετάραξε, τουτέστι τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ Πνεύματος τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνουσαν καὶ τὸν νόμον τοῦ Πνεύματος κατὰ τοῦ νόμου τῆς σαρκὸς ἐπεγείρουσαν καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν καὶ τὴν ἐν ἡμῖν τῶν παθῶν συνέχειαν συσσείουσαν καὶ συνταράσσουσαν ἐπὶ ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν· ἰᾶται δὲ τὰ συντρίμματα τῆς ἡμῶν καρδίας, ἅπερ σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατ᾽ ἀρχὰς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως ὑπέμεινε, διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως.

«Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως· ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου».

∆εικνύει σκληρὰ τοῖς φοβουμένοις αὐτὸν διὰ τῶν ἐντολῶν ὁ Θεός, κατὰ τὴν πρακτικὴν φιλοσοφίαν τοὺς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος ἢ τοὐναντίον διὰ τῆς ποικίλης προνοίας καὶ κρίσεως φιλανθρώπως πρὸς τὸ συμφέρον (14Α_372> παιδεύων ἡμᾶς, τοὺς μὴ κατὰ θέλησιν ἀνεχομένους τὸν θεῖον ζυγὸν ὑπελθεῖν τοῦ νόμου τῶν ἐντολῶν· ποτίζει δὲ οἶνον κατανύξεως, ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ᾽ ἡμῖν θείων εὐεργεσιῶν· δίδωσι δὲ τοῖς φοβουμένοις αὐτὸν σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, τὴν νέκρωσιν τοῦ