1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

77

ἐπιβαλών, ὥσπερ ὑπόδημα, τῇ γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τὰ ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα πονηροὺς καταργήσει δαίμονας.

«Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Πόλις ἐστὶ περιοχῆς ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καὶ μυστικῶν

θεωρημάτων σοφία, περιεχομένη ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν.

Ἢ πάλιν 'πόλις' ἐστὶ 'περιοχῆς' ἡ κατάστασις, καθ᾽ ἣν ἀνάλωτος καὶ ἀπροσπέλαστος γίνεται τοῖς πολεμίοις διὰ τὴν φρουροῦσαν αὐτὸν τῶν ἁγίων δυνάμεων περιβολὴν ὅ γε ἀληθῶς θεοσεβὴς καὶ φιλόθεος.

Ἢ πάλιν 'πόλις' ἐστὶ 'περιοχῆς' ἡ λόγῳ καὶ βίῳ τετειχισμένη (14Α_382> ψυχὴ καὶ πάσαις ταῖς τῶν ἀρετῶν πλήθουσα χάρισιν.

Ἢ πάλιν 'πόλις' ἐστὶ 'περιοχῆς' ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν θεωρημάτων περιεχομένη, εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής, ὑπ᾽ ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ Θεοῦ τοῦ πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι᾽ ἄφατον ἀγαθότητος μέγεθος.

«Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Ἰδουμαία, καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν ἡ πάντων τῶν ὑπὸ

αἴσθησιν κτισμάτων σύστασις, περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν, καθ᾽ ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων γνῶσιν θεωρεῖται.

Ἤ τυχὸν ἡ κατ᾽ ἀρετὴν πρακτικὴ διὰ σαρκὸς φιλοσοφία, καθ᾽ ἣν τοῦ ἁγίου Πνεύματος γίνεται ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικοδομούμενον κάλλεσιν, εἰς ἣν ὁ αὐτὸς πάλιν 'ὁδηγεῖ' Κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρωμένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς γηΐνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν.

Ἢ ἵνα συνελὼν εἴπω, 'πόλις' ἐστὶ 'περιοχῆς' ἡ τῶν νοητῶν γνωστικὴ θεωρία, 'Ἰδουμαία' δὲ ἡ τῶν αἰσθητῶν ἐπιστήμη, εἰς ἃς 'ἀπάγει' τε καὶ 'ὁδηγεῖ' ἡ μόνη τοῦ Θεοῦ καὶ Πατρὸς σοφία, ὁ μονογενὴς Υἱός. ∆ιὸ ἐπάγων ὁ προφήτης φησίν·

«Οὐχὶ σύ, ὁ Θεός, ὁ ἀπωσάμενος ἡμᾶς;» Τουτέστιν ὅτι Σύ, ὁ Θεός, ὁ κατ᾽ ἀρχὰς διὰ τὴν ἁμαρτίαν 'ἀπωσάμενος ἡμᾶς,'

αὐτὸς διὰ σπλάγχνα ἐλέους σου οἰκτειρήσας, (14Α_384> 'ἀπάγεις εἰς πόλιν περιοχῆς' καὶ 'ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας' κατὰ τὴν προαποδεδομένην ἐξήγησιν.

«Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν». 'Οὐ' γὰρ 'ἐξελεύσεται ὁ Θεὸς ἐν' τῷ ἐφ᾽ ἑαυτῷ θαρροῦντι καὶ ἐπὶ τῷ τόξῳ

ἐλπίζοντι καὶ τὴν ῥομφαίαν ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον, ἀλλ᾽ ἐν τοῖς ἐν αὐτῷ τῷ Θεῷ κερατιοῦσι τοὺς ἐχθροὺς καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς εἰκότως ὁ Θεὸς ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον.

«∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου». Εὐκτικῶς δέεται τοῦ Θεοῦ καὶ Σωτῆρος ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ

προφήτης 'δοθῆναι ἡμῖν βοήθειαν ἐκ' τῆς 'θλίψεως,' δηλαδὴ τῆς κατασκεδασθείσης τῆς φύσεως διὰ τὴν ἁμαρτίαν καὶ μέχρι τῶν τοῦ ἅδου πυλῶν αὐτὴν καταπιεσάσης. 'Θλίψις' γάρ, κατ᾽ ἐμὲ φάναι, ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπικράτεια, 'βοήθεια' δὲ ἡ διὰ τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς, πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς τὴν τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν.

Ἢ πάλιν 'θλίψις' ἐστὶν ὁ ὑπὲρ ἀρετῆς πόνος, 'βοήθεια' δὲ ἡ τοῦτον διαδεχομένη κατὰ Θεοῦ χάριν ἀπάθεια, πρὸς ἣν πᾶσα συγκρινομένη ἀνθρώπων