λοετροχόον συντιθέασι τρίποδα, καὶ ἐμφαίνουσι τρόπον ἐτυμολογικόν. [Ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς οὐ μόνον τρίποδες ἐκαλοῦντο λοετροχόοι, ὁποῖος ὁ ἐνταῦθα ἐπὶ τῷ Πατρόκλῳ καὶ ὃς δὲ ἐν τοῖς ἑξῆς τῷ Ἕκτορι εὐτρεπίζεται, ἀλλὰ καὶ ἀνδράσι τὸ τοιοῦτον ἐπετέθη ὄνομα. Συβαρῖται γοῦν ἱστοροῦνται πρῶτοι λοετροχόους περιχύτας εἰσαγαγεῖν, πεπεδημένους τοῦ μὴ θᾶττον ἰέναι ὥς φησιν ὁ ∆ειπνοσοφιστής, καὶ ἵνα μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους.] (ῃ. 347) Τὸ δὲ «ὑπὸ δὲ ξύλα δαῖον» μεταλαβόντες οἱ μεθ' Ὅμηρον ὑποκαίειν φασὶ ξύλα τῷ τρίποδι. (ῃ. 348) Γάστρην δὲ τρίποδος τὴν κοιλότητα λέγει τὴν οἷον γαστέρα. ἐσχημάτισται δὲ ἡ λέξις ὡς ἡ πάτρη, ἡ μήτρα, ἡ Αἴθρη. Τὸ δὲ ἀμφέπειν ἐπὶ πυρὸς ὡς ἐπὶ ἐμψύχου τινὸς κεῖται ποιητικῷ ἔθει. δηλοῖ δὲ τὸ κυκλοῦν τὸν τρίποδα ὡς ἀμφίπυρον καὶ πάντοθεν ἐνεργεῖν. Τὸ δὲ «θέρμετο» πρωτότυπόν ἐστι τοῦ θερμαίνεσθαι. (ῃ. 349) Τὸ δὲ ζέειν δῆλον ὡς ὠνοματοπεποίηται, λειότερον ὂν τοῦ σίζειν καὶ 4.189 καχλάζειν καὶ τῶν ὁμοίων. [∆ῆλον δ' ὅτι, καθὰ ἡ φωνὴ τοῦ σίγμα τὸ σίζειν ὀνοματοποιεῖ, οὕτω καὶ τὸ ζέειν ἡ τοῦ ζῆτα, λειοτέρα πάντως οὖσα.] Ἦνοψ δὲ χαλκὸς ὅτι ὁ ἔμφωνος ἢ λαμπρός, πολλαχοῦ ἐφάνη. [(ῃ. 350) Ἐν δὲ τῷ «καὶ τότε δὴ λοῦσαν» περισσὸς ὁ ˉκˉαˉι σύνδεσμος. (ῃ. 351) Ἡ δὲ τοῦ ἐλαίου ἀλοιφὴ κατ' ἔθος γίνεται τοῦ τῶν ζώντων λούματος, καὶ οὐ διὰ τὴν τοῦ λουομένου Πατρόκλου νέκρωσιν.] Ἔλαιον δὲ ἐννέωρον τὸ ἐνναετές, ὧρος γὰρ ὁ ἐνιαυτός. οὗ ἔπλησαν τὰς ὠτειλάς, ὡς φαρμακώδη, φασί, δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. οἱ δὲ ξηραντικόν φασιν εἶναί τι τὸ νῦν παραληφθὲν ἔλαιον σήψει νεκρῶν προσιστάμενον, ὁποῖον καὶ τὸ κέδρινον. (ῃ. 352) Ἑανὸς δὲ ὑφάσματος νῦν ἐπίθετον παρὰ τὸ ἕω, οἱονεὶ ὁ ἄξιος φορεῖσθαι. κασσίτερος μέντοι ἑανός που ὁ οἱονεὶ ῥεανός, ὡς εὔρυτος καὶ ῥᾳδίως χυτός, ὡς καὶ ῥειαμένη, εἱαμένη, ὁ ὑγρὸς τόπος. τινὲς δὲ ἀπὸ τοῦ ἑανοῦ κασσιτέρου οἴονται τὴν λέξιν καὶ εἰς ὕφασμα μετενηνέχθαι, καί φασιν εἶναι χιτῶνα ἢ πέπλον ἑανὸν τὸ λεπτὸν ὁμοίως τῷ κασσιτέρῳ, ὃς ἐν τῷ γανώματι ἐπιτρέχει λευκός. Τὸ δὲ «λιτί» πῶς γίνεται, ἐν 4.190 ἄλλοις εἴρηται. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τε προπεριέσπων τινὲς τὸ «λιτί», καὶ ὡς μᾶλλον καλόν ἐστιν ὀξύνειν αὐτὸ διὰ κανόνα τὸν λέγοντα, ὅτι πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεται, εἰ μὴ ἀπὸ κράσεως ἔπαθε τὴν δισυλλαβίαν, ὡς τὸ κέαρι κῆρι, τῇ ψυχῇ, καὶ ἔαρι ἦρι, τῷ ὄρθρῳ καὶ τῷ ἔαρι. ἱστοροῦσι δὲ καὶ τὸν Ἀσκαλωνίτην γραμματικὸν οἴεσθαι μὴ μεταπεπλάσθαι τὸ λιτί ἀπὸ τοῦ λιτῷ, ὡς κλάδῳ κλαδί, ἀλλ' ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι, ὅν φασι παραιτητέον. τὰ γὰρ εἰς ˉιˉς μονοσύλλαβα οὐ μελετῶσι διὰ τοῦ ˉτˉοˉς κλίνεσθαι, ἀλλ' ἢ διὰ καθαροῦ τοῦ ˉοˉς, ὡς τὸ λίς λιός, ἢ διὰ τοῦ ˉνˉοˉς, ὡς τίς τινός, ἢ διὰ τοῦ ˉδˉοˉς, ὡς κτίς κτιδός, ἀφ' οὗ «κτιδέη κυνέη» παρὰ τῷ ποιητῇ. εἴληπται δὲ τὸ λιτί κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἁπαλῷ, ἢ ἀντὶ τοῦ λιτῷ, ἢ τοὐναντίον ποικίλῳ ἐξ ἀντιφράσεως, ὅπερ οἱ Ἀττικοὶ ληΐδιόν φασι τετρασυλλάβως. περὶ οὗ Τρύφων φησίν, ὥς ἐστι λεῖον λείου, ἐξ οὗ παραγωγὴ διὰ τοῦ ˉδˉιˉοˉν λείδιον διὰ διφθόγγου, ὡς γραφείδιον, ἀγγείδιον, καὶ ἐκτάσει τοῦ ˉε εἰς ˉη λῄδιον σὺν καὶ τῷ ˉι προσγεγραμμένῳ κατὰ τὸ εἴκαζον ᾔκαζον, εἴδειν ᾔδειν. Φιλήμων δὲ τὸ λῄδιον ἑρμηνεύσας εὐτελὲς τριβώνιον ἢ χλαμύδιον παλαιὸν παροξύνει αὐτὸ ὡς τὸ σταμνίον. φησὶ γὰρ «ὡς σταμνίον δὲ τὴν προσῳδίαν λέγω». ∆ίδυμος δὲ καὶ αὐτὸς οὕτω δοξάζων φησί, ὡς ἄλογός ἐστιν ἡ προπαροξύτονος τάσις τοῦ λῄδιον, ἐπεὶ αἱ διὰ τοῦ ˉιˉοˉν παραγωγαί, εἰ μὲν ὦσιν ἐν τρισὶ βραχείαις, προπαροξύνονται· θρόνος θρόνου θρόνιον, πτύξ πτυχός πτύχιον, εἰ δὲ δακτυλικαί, πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ψωμίον, ὠτίον, ἔτι δὲ καὶ κλειδίον, παιδίον, δᾳδίον, οὐ διὰ τοῦ ˉδˉιˉοˉν ὄντα οὐδὲ ταῦτα, ἀλλὰ διὰ τοῦ ˉιˉοˉν. τὸ γὰρ ˉδ τοῦ πρωτοτύπου ἐστίν. εἰ οὖν, φησίν, ἐν τῷ λῄδιον δακτυλικὴ ἡ λέξις, δῆλον ὡς πρὸ μιᾶς ὤφειλεν ἔχειν τὸν τόνον. καὶ οὕτω παροξύνεσθαι θελήσας τὸ λῄδιον ὁ ∆ίδυμος ἀποστερεῖ αὐτὸ καὶ τοῦ κατὰ τὴν παράδοσιν προσγεγραμμένου ˉι. ἐπεί, φησί, λῆδος τὸ πρωτότυπον, ὃ ∆ωριεῖς λᾶδός