ἐκτίθενται, οἰκείων καὶ γνησιωτάτων ἢ φύσει ἢ θέσει. εἰ δέ τις μὴ τοιοῦτος παρεισέφρησε τῷ συμποσίῳ, διεβάλλετο, καθὰ δηλοῖ Ἄλεξις ἐν τῷ «ἄνθρωπος εἶναί μοι δοκεῖς Κυρηναῖος. κακεῖ γάρ τις ἂν ἐπὶ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι καὶ δέχ' ἅρματα, καὶ ξυνωρίδες ιεʹ. τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν. ὡς ἦν κράτιστον μηδὲ 4.196 καλέσαι μηδ' ἕνα». καὶ τοῦτο μὲν οὕτω ψεκτέον ὡς χυδαῖον. ἐκεῖνο δὲ τὸ πρῶτον καὶ ἐπαινεῖται, καὶ παροιμίαν ποιεῖ τὴν «ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι», καὶ τὸ «ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον, μή τινα τῖμον εἰσενεγκών», εἰπεῖν κατ' Ἀρχίλοχον, ἀλλὰ δηλονότι ἀσύμβολον δεῖπνον εὑρών. καὶ ἔστιν ὁ τῖμος κατὰ τὸ ὠνή ὦνος, χολή χόλος. ὁμοία δὲ παροιμία καὶ τὸ «κοινὰ τὰ τῶν φίλων».] Ὁ δὲ ἀγὼν πολυσήμαντος λέξις κατὰ τοὺς παλαιούς. ἀγὼν γάρ, φασίν, ὅμιλος, κύκλος, μάχη, ἔρις, ἀγορά, συναγωγὴ καὶ ἐπίδειξις. (ῃ. 378 ς.) Ὅτι ἀρτύειν μὲν τὸ ἀπαρτίζειν λέγει, κόπτειν δὲ δεσμοὺς τὸ ἐλαύνειν ἤτοι σφυροκοπεῖν τὰ εἰς δεσμὸν ἀγγείου χρήσιμα. φησὶ γάρ, ὡς οἱ ῥηθέντες τρίποδες «τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔ πω δαιδάλεα προσέκειτο, τά ῥ' ἤρτυεν», ἤγουν ταῦτα δὴ κατήρτιζε, «κόπτε δὲ δεσμούς». τί δέ ἐστι τὸ «τόσσον μὲν ἔχον τέλος», καὶ ὅτι τὸ τοιοῦτον σχῆμα τὸ παρ' ὀλίγον δηλοῖ, ἵνα λέγῃ ὅτι τὸ μὲν ἄλλο πᾶν ἦν τοιόνδε, τόδε δέ τι οὐκ ἦν ἀλλ' ἐνέλειπε, ῥηθήσεται ἀκριβῶς ἐν τοῖς ἐφεξῆς. δῆλον δὲ ὡς οἱ ῥηθέντες δεσμοὶ χρησιμεύσειν ἔμελλον εἰς τὸ δι' αὐτῶν καταπεῖραι τὰ ὦτα. Ἐν τούτοις δὲ ὅρα ὡς οὕτω παρὰ βραχὺ ἔργου ἐλθὼν ὅμως οὐκ ἀναμενεῖ τελέσαι τὸ ἐπίλοιπον ἔργον Ἥφαιστος, ἀλλὰ 4.197 σπουδαίως ἀνύσει τὸ τῆς εὐεργέτιδος Θέτιδος βούλημα, διδάσκοντος καὶ οὕτω τοῦ ποιητοῦ πρὸ ἔργου τιθέναι μάλιστα τοὺς εὐεργετήσαντας. (ῃ. 378) Σημείωσαι δὲ ὅτι τοῦ τέλους πολλὰ σημαίνοντος, τὸ πάντων ἐξάρχον τὸ ῥηθὲν τέλος ἐστί, δι' οὗ δηλοῦται τὸ πέρας. καὶ γίνεται ἢ ἀπὸ τοῦ τλῶ, τὸ ὑπομένω, τλός, ὑπὲρ οὗ ὑπομένει τις πράττων, καὶ προσθέσει τοῦ ˉε τέλος, ἵνα μὴ εὑρεθῇ μονοσύλλαβον ὄνομα βραχυκατάληκτον, ἢ παρὰ τὸ τέλλω, ἐξ οὗ τὸ ἐπιτέλλω καὶ ἀνατέλλω, τὸ ὕστερον δηλαδὴ μετὰ πρᾶξιν ἀναλάμπον καὶ ἐκφαινόμενον. διὸ καὶ πάνυ καλῶς ἔχει ῥηθὲν τὸ «τέλος δ' οὔ πω τι πέφανται». ὅτι δὲ οὐδέποτε μονοσύλλαβον ὄνομα βραχυκαταληκτεῖ, δηλοῖ καὶ ἡ Τλῶς πόλις, καὶ ἡ Κρῶς, καὶ τὸ πᾶς, καὶ μῦς, καὶ δρῦς, καὶ σῦς, καὶ λίς, καὶ θώς, καὶ Τρώς, πλὴν τοῦ τίς. διὸ ἀπὸ τοῦ θῶ θός, ὁ πάντα τιθεὶς καὶ ποιῶν, καὶ ἐνθέσει τοῦ ˉε θεός, καὶ ἀπὸ τοῦ ῥηθέντος δὲ τλῶ τλός, καὶ προσθήκει τοῦ ˉο ὄτλος, ὃ δηλοῖ τλῆσιν καὶ κακοπάθειαν. Τὸ δὲ «οὔατα» πρωτότυπόν ἐστι τοῦ ὦτα, ὡς καὶ τοῦ ὦς ὠτός τὸ οὖας οὔατος, οὗ παραγωγὴ ἐκ τοῦ ἄω ἀΐω, τὸ ἀκούω, ὅθεν ἄος ὡς φάος, καὶ μεταθέσει ὄας ὡς φόας, καὶ κράσει μὲν ὦς ὡς φῶς, ἐπενθέσει δὲ Ἰωνικῇ τοῦ ˉυ, οὖας. (ῃ. 379) Τοῦ δὲ «προσέκειτο» οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν, καθότι οὐ συμφυῆ τὰ οὔατα τοῖς τρίποσιν ἀλλὰ πρόσθετα. (ῃ. 382) Ὅτι Χάρις ὥσπερ τῷ Ὕπνῳ, οὕτω καὶ τῷ Ἡφαίστῳ συνοικεῖ λιπαροκρήδεμνος, καλή. 4.198 τοῦτο δὲ διὰ τὸ ἐπίχαρι τῶν ἐκ πυρὸς δημιουργημάτων. διὸ καὶ τῇ χαριεστάτῃ Ἀφροδίτῃ τὸν τοιοῦτον Ἥφαιστον διὰ τὸ αὐτοῦ κλυτοτεχνικὸν ἐπαφρόδιτον ἐν Ὀδυσσείᾳ συνδυάζει ὁ μῦθος, ὃς καὶ Ἀγλαΐαν ἢ Θάλειαν ὀνομάζει τὴν ἐνταῦθα τῷ Ἡφαίστῳ σύνοικον ταύτην Χάριν. Ἰστέον δὲ ὅτι καλὴ πᾶσα χάρις διὰ τὸ παρεπόμενον ἡδὺ οὐ μόνον τῷ λαμβάνοντι, ἀλλά γε καὶ τῷ διδόντι. χαίρει γάρ τις καὶ μέγα διδοὺς κατὰ τὸν Ἡσίοδον, ὥσπερ ἀφῃρημένος καί τι σμικρὸν παχνοῦται τὸ κῆρ. διὸ καὶ ἐκ τοῦ χαίρειν παρῆκται ἡ χάρις. (ῃ. 385-7) Ὅτι φιλικὴ προσφώνησις τὸ «τίπτε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε, πάρος γε μὲν οὔ τι θαμίζεις· ἀλλ' ἕπεο προτέρω», ἤγουν προσωτέρω, «ἵνα τοι πὰρ ξείνια θείω». τούτων δὲ τῶν τριῶν στίχων τοὺς ἐξ ἀρχῆς δύο καὶ μετ' ὀλίγα ἐρεῖ ἀπαραποιήτως ὁ μυθικὸς Ἥφαιστος σὺν καὶ ἑτέροις δυσὶ στίχοις προγεγραμμένοις ἀλλαχοῦ. (ῃ. 384) Φιλικὸν δὲ καὶ τὸ ἐμφῦναι χειρί, ὅ ἐστι δεξιώσασθαι, περὶ οὗ ἀλλαχοῦ ἐδηλώθη. (ῃ. 389-90) Εἰς ἔπαινον δὲ θρόνου χρήσιμον