τὸ «καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου, καλοῦ, δαιδαλέου», φαεινοῦ, «ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν» (ῃ. 392) Τὸ δὲ ἐφεξῆς ἤγουν τὸ «Ἥφαιστε πρόμολ' ὧδε, Θέτις νύ τοι σεῖο χατίζει», ὅτι παρῳδήθη ποτὲ ὑπό τινος σοφοῦ καύσαντος οἰκεῖα πονήματα, δεδήλωται μὲν ἤδη οὐ πρὸ πολλῶν. [Ἐνταῦθα δὲ πάλιν μνηστέον τῆς ἱστορίας ἐκείνης ἐπί τι πλέον διὰ τὸ ἐντελέστερον. ὁ σοφὸς ἐκεῖνος, ἦν δὲ ὁ μέγας Πλάτων, εἰς ποιητικήν, φασίν, ὁρμήσας καὶ ἡρωΐζων, κατέπρησεν ἃ ἔγραψεν ὡς Ὁμήρου ἡττώμενα κατὰ πολύ. εἶτα ἐπιθέμενος τραγῳδίᾳ καὶ μέλλων ἀγωνιεῖσθαι καὶ ἀκούσας Σωκράτους καὶ καθάπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου σειρῆνος, ἀπεδύσατο ἐπὶ φιλοσοφίαν, ἐφ' ᾗ καὶ εὐδοκίμησε πάνυ.] Κεῖται δὲ καὶ ἐνταῦθα τὸ «ὧδε» ἀντὶ τοῦ οὕτως, ὡς ἔχεις δηλαδὴ ἄρτι, γέμων ἀσβόλης, ἱδρῶν, ἡμίγυμνος, ἵνα εἴπῃ ὅτι πρόμολε τάχιστα. 4.199 (ῃ. 394 ς.) Εὐεργεσίας δὲ ὁμολογία καθ' Ἥφαιστον ἐπὶ Θέτιδι τὸ «ἦ δή μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ἥ μ' ἐσάωσεν, ὅτε με ἄλγος ἀφίκετο». παρῳδηθήσεται δέ ποτε δεξιῶς καὶ εἰς ἄνδρα εὐεργετήσαντα. Λέγοι δ' ἂν Ἥφαιστος ἀλληγορικῶς τὴν θαλαττίαν Θέτιν δεινὴν μὲν αὐτῷ ὡς πυρὶ διὰ τὸ κατ' αὐτὴν δραστικὸν καὶ οἷον φοβερόν, σβεστικὸν γὰρ πυρὸς τὸ καθ' ὕδωρ ὑγρόν, αἰδοίην δὲ διὰ τὸ αὖθις πότε χρηστὸν τῷ πυρὶ ἐξ ὑγρότητος, δι' ἧς πολλαί τε ὕλαι πυρὶ τῷ κάτω χρήσιμοι φύονται καὶ ὁ ἀέριος δὲ ἐξ ἀναθυμιάσεων ὑφίσταται Ἥφαιστος. Ἄλλως δέ γε, ὡς τὸ δεινὸν καὶ αἰδοῖον βιωτικῶς συνδυάζονται, καθὰ πολλαχοῦ ἐφάνη, ἔχει καὶ ὁ μῦθος ἐνταῦθα συμβιβάσαι αὐτά. (ῃ. 385) Ἔστι δ' ἐν τοῖς ῥηθεῖσι καὶ σύνηθες γυναικεῖον ἐπίθετον τὸ «τανύπεπλος», οἷον «τίπτε Θέτι τανύπεπλε ἱκάνεις;» ἔνθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν ἐλλιπῶς «τόδ' ἱκάνεις» ἐντελῶς φράζεται «τίπτε ἱκάνεις ἡμέτερον δῶ». τοῦτο δὲ μετ' ὀλίγα παραφράζων ἡμέτερον δόμον ἵκει φησί. (ῃ. 389) Τὸ δὲ «καθεῖσεν» ὡς τροχαϊζόμενον κατὰ τὸ κατεῖχε καὶ συνῆγε καὶ ὅσα τοιαῦτα φυλάσσει τὸν περισπώμενον τόνον. (ῃ. 390) Τὸ δὲ τοῖς ἐνδόξως ἐνθρονιζομένοις θρῆνυν τοῖς ποσὶν ὑπεῖναι πλεισταχοῦ δηλοῦται. (ῃ. 394-8) Ὅτι προοικονομῶν ὁ ποιητὴς τὸ πιθανῶς τὸν Ἥφαιστον ἕτοιμον φανῆναι ὑπακοῦσαι τῇ Θέτιδι πλάττει αὐτὸν ὁμολογοῦντα μεγάλην χάριν ἐκείνῃ, ἐν οἷς λέγει ὡς «δεινή τε», καθὰ ἐρρέθη, «αἰδοίη τε, ἥ μ' ἐσάωσεν, ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα, μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε κρύψαι χωλὸν ἐόντα. τότ' ἄρ», ἢ τότ' ἄν, «πάθον ἄλγεα θυμῷ, εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ». (ῃ. 399) Ἣν Εὐρυνόμην καὶ ἐπαναλαμβάνων, οὐ μόνον, ἵνα μὴ Νηρηῒς νομισθείη καὶ αὐτή, ἀλλὰ καὶ διὰ τὸ μάλα προσφιλῶς, ὡς εἰκός, αὐτῇ ἔχειν, ἐπάγει «Εὐρυνόμη, θυγάτηρ ἀψορρόου», ἢ «βαθυρρόου», Ὠκεανοῦ», θεραπεύων ἅμα καὶ τὴν Θέτιν παροῦσαν, οἷς αὐτὸν μανθάνει εὐγνωμονοῦντα μὴ παρούσῃ τῇ Εὐρυνόμῃ. (ῃ. 405) Ὧν τὴν εὐεργεσίαν μετ' ὀλίγα γοργῶς κεφαλαιῶν φησιν «ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἔσαν, αἵ μ' ἐσάωσαν». Παιδεύει δ' ἐν τούτοις ὁ ποιητὴς δεῖν ἀεὶ μεμνῆσθαι χαρίτων. ὧν χάριν καὶ ὁ μυθικὸς Ἥφαιστος καὶ αἰδοίην καὶ δεινὴν τὴν εὐεργετήσασαν αὐτὸν Θέτιν καλεῖ, ἔτι δὲ 4.0 καὶ φίλην, καὶ ζωάγρια δέ φησι χρεὼν εἶναι ἀποδιδόναι αὐτῇ, ὅ ἐστι χαριστήρια ὑπὲρ τοῦ εἰς τὸ ζῆν ἀγερθῆναι, ὅ ἐστι συναχθῆναι, ἀπὸ τοῦ ὀλιγηπελέειν. (ῃ. 406 ς.) Φησὶ γὰρ «τῷ με μάλα χρὴ πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν». Αἰνίττεται δὲ καὶ νῦν ὁ μῦθος, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, τὰ κατὰ τὸ διακονικὸν πῦρ, εἰς ὅπερ ὁ Ἥφαιστος μεταλαμβάνεται. οὗ πατὴρ μὲν τρόπον τινὰ ὁ κατὰ ∆ία θερμὸς αἰθήρ, μήτηρ δὲ ἡ εἰς ἀέρα λαμβανομένη Ἥρα. ὅθεν ἔοικε τὴν ἀρχὴν εἰς ἡμᾶς τὸ πῦρ τῆλε πεσεῖν, ὡς ἐνταῦθα κεῖται, ἢ καταπεσεῖν κατὰ τὸν ἐν τῇ αʹ ῥαψῳδίᾳ μῦθον, ἢ ἁπλῶς ἐλθεῖν καὶ φανῆναι, εἴτε διὰ κεραυνοῦ ∆ιόθεν βεβλημένου καὶ κατασκήψαντος, εἴτε διά τινων πυρεκβόλων ὀργάνων, οἷς ἀὴρ μεσολαβῶν ἐκπυροῦται τῷ σφοδρῷ τῆς προστρίψεως, εἴτε διὰ λίθων κρυστάλλων ἢ καὶ 4.1 ὑέλων μηχανῆς, φαινούσης καὶ αὐτῆς ἄφαντον πῦρ κατὰ τὴν Τραγῳδίαν. ὅπως γὰρ ἄν τις μεταλάβῃ τὸν Ἥφαιστον, Ἥρας εὑρεθήσεται παῖς, ὃς χωλὸς λέγεται καὶ