ῥηθὲν οὐ σεμνῶς, ἐφ' οὗ ἐκεῖνος ἤθελε. γίνεται δὲ ἀπὸ τοῦ χέω. [Ἰστέον δὲ ὅτι χόανοι μὲν τρισυλλάβως οἱ παρ' Ὁμήρῳ χαλκευτικοί, χόννοι δὲ δισυλλάβως ἐν δυσὶν ἀμεταβόλοις Αἰολικῶς ποτήριον, φασί, παρὰ Γορτυνίοις, χάλκεον, θηρικλείῳ ἐοικός. ὠνομάσθη δὲ ἡ θηρίκλειος ἢ τὸ θηρίκλειον, διγενῶς γὰρ ἐλέγετο, ἐπεὶ θηρίων μορφαὶ αὐτῷ ἐνετυποῦντο, ἢ διότι θῆρας κλονεῖ. σπένδουσι γὰρ κατ' αὐτῶν κύλιξι τοιαύταις. Ἀραρὼς δὲ ἀρέσκεται καλεῖσθαι θηρίκλειον παρὰ τὸν σκευαστὴν κεραμέα Θηρικλῆν τὸν Κορίνθιον. γράφει οὖν οὕτως «ὦ γαῖα 4.215 κεραμῖτι, σὲ Θηρικλῆς ποτ' ἔτευξε, κοίλης λαγόνος εὐρύνας βάθος· ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις». ἐγκάθηται γάρ, φασί, περὶ τὰς λαγόνας ἡ κύλιξ αὕτη ἱκανῶς βαθυνομένη, ὦτά τε ἔχει βραχέα. ἔστιν οὖν τῷ τοιούτῳ λόγῳ, καθὰ Ἡρακλῆς Ἡράκλειον, οὕτω Θηρικλῆς Θηρίκλειον.] Τὸ δὲ «ἐείκοσι» διὰ πιθανότητα κεῖται τοῦ τοιαύτας ὕλας καὶ τοσαύτας ταχὺ τακῆναι εἰς ὅπλων ἡρωϊκῶν κατασκευὴν Ἀχιλλεῖ τῷ μεγάλῳ ἁρμοττόντων. (ῃ. 471) Εὔπρηστος δὲ ἀϋτμὴ ἡ εὐφύσητος. πρήθω γὰρ τὸ φυσῶ, ὡς τὸ «ἐν δ' ἄνεμος πρῆσε μέσον ἱστίον». Τοῦ δὲ «ἐξανιεῖσαι» οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν. (ῃ. 473) Τοῦ δὲ «ἄνοιτο» ἐνεστὼς ἄνω, ἐξ οὗ τὸ ἀνύω. χρῆσις δ' ἐκείνου καὶ ἐν Ὀδυσσείᾳ, οἷον «τὰ δὲ πολλὰ κατάνεται», καὶ «ἦνον ὁδόν». (ῃ. 474-82) Ὅτι ὁ Ἥφαιστος χαλκὸν ἐν πυρὶ βάλλεν ἀτειρέα, ὅ ἐστι σκληρόν, κασσίτερόν τε καὶ «χρυσὸν τιμῆντα καὶ ἄργυρον. αὐτὰρ ἔπειτα θῆκεν ἐπ' ἀκμοθέτῳ», ἢ ἐν ἀκμοθέτῳ, «μέγαν ἄκμονα, γέντο δέ», ἤγουν εἵλετο «χειρὶ ῥαιστῆρα κρατερήν», ἢ κρατερόν, «ἑτέρῃφι δὲ γέντο πυράγρην· ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινήν, τρίπλακα, μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα. πέντε δ' ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ», ἢ ἐπ' αὐτῷ, «ποίει δαίδαλα πολλά» ἐπιστημόνως, τοῦτο γὰρ δηλοῖ τὸ «ἰδυίῃσι πραπίδεσσιν», ὅ ἐστιν ἐπιστημονικαῖς. Καὶ ὅρα τὸ ἐποίει ταὐτὸν ὂν τῷ τιθέναι καὶ τῷ τεύχειν. διὸ καὶ ταῖς τοιαύταις ἐγχορεύει λέξεσιν ἐν τῇ ὁπλοποΐᾳ, πεντάκις μὲν εἰπὼν τὰ τοῦ ποιεῖν ῥήματα «ποίει πρώτιστα σάκος», καὶ «ποίει δαίδαλα πολλά», καὶ «ἐν δὲ δύω ποίησε πόλεις», καὶ «ἐν δ' ἀγέλην ποίησε», καὶ «ἐν δὲ νομὸν ποίησε», τετράκις δὲ τὰ ἐκ τοῦ τιθέναι «ἐν δὲ τίθει νειόν», «ἐν δὲ τίθει τέμενος», «ἐν δὲ τίθει ἀλωήν», «ἐν δὲ τίθει Ὠκεανόν», πεντάκις δὲ τὸ τεῦξεν «ἐν μὲν γαῖαν ἔτευξε», καὶ «ἐπειδὴ τεῦξε σάκος», καὶ «τεῦξεν ἄρα θώρηκα», καὶ «τεῦξε δέ οἱ 4.216 κόρυθα», καὶ «τεῦξε δέ οἱ κνημῖδας». Καὶ σημείωσαι τὴν ἐπιμονὴν καὶ τὴν ἐπίχυσιν τῶν ἐν τοῖς ῥηθεῖσι ταὐτοδυνάμων λέξεων. ὅτι δὲ ἠδύνατο καὶ ἄλλως φράζειν, δείξει ἐν τοῖς τοῦ χοροῦ, ἔνθα ἐξὸν ὂν εἰπεῖν «ἐν δὲ χορὸν ποίησεν», ὁ δὲ οὐχ' οὕτως εἶπεν, ἀλλάξας δὲ ἔφη «ἐν δὲ χορὸν ποίκιλλε». Σημείωσαι δὲ καὶ ὅτι τοσαῦτα ποιήσας Ἥφαιστος δαίδαλα οὐδαμοῦ ναυτιλίας ἴνδαλμα θέμενος ἔτευξεν. ἔοικε γὰρ καὶ ὁ ποιητὴς δυσπέμφελον, καθὰ καὶ Ἡσίοδος, κρίνειν αὐτήν. διόπερ οὐδὲ ἐν πλάσμασι μεμνῆσθαι θέλει αὐτῆς. ἐν δὲ τοῖς ῥηθεῖσι λέγει καὶ τίνα τὰ δαίδαλα. «ἐν μὲν γὰρ γαῖαν», φησίν, «ἔτευξε» καὶ τὰ ἑξῆς, ὡς ῥηθήσεται. Ἐν οἷς σημείωσαι ὡς μὴ ἔχων ἐν Ἰλιάδι καίριον τόπον τὴν ἐκφραστικὴν ἐνδείξασθαι τέχνην, εἰκότως τὴν ἀσπιδοποιΐαν ἄρτι ἐπλάσατο, ποιήσων τεχνικῶς δι' αὐτῆς ὃ θέλει, ἐν στενῷ μέντοι, εἰ καὶ ἄλλως πλατύτερον ἑτέρων ἐκφράσεων, ἃς φθάσας ὀλιγοστίχους παρενέσπειρεν. εἰπεῖν δὲ καὶ ἄλλως, ἐξέφρασε μὲν καὶ ἑτέρωθι οὐκ ὀλίγα, καὶ πολλαχοῦ τῆς Ἰλιάδος ἔκφρασις διαγελᾷ, ἐν στενῷ δὲ ὅμως, ἐνταῦθα δὲ λειμὼν ἐκφραστικὸς ἐξήνθησεν, ἐνδεικνυμένου τοῦ ποιητοῦ τὴν κατ' αὐτὸν ἐκφραστικὴν δύναμιν, ἧς χάριν καὶ τὸ πλάσμα τῆς ὁπλοποιΐας ἐμηχανήσατο. Ἰστέον δὲ καὶ ὅτι ἐν μὲν τῇ Ὀδυσσείᾳ διὰ τὸ μὴ ἐναγώνιον ἐκεῖ τὴν ὑπόθεσιν εἶναι πλείους καὶ διόλου γλυκεῖαι κεῖνται ἐκφράσεις, εἰ καὶ μὴ οὕτω πλατεῖαι. ἡ δὲ παροῦσα, εἰ καὶ φύσει φαιδρά ἐστι διὰ τὸ ἐν ἐκφράσει ὡραῖον, ἀλλὰ οὐ πᾶσα τοιαύτη ἐστίν, ἔχει δέ τι καὶ δυσπρόσοπτον καὶ τῷ τῆς Ἰλιάδος μεγαλείῳ συνυψούμενον, ἐν οἷς πολέμους καὶ