ποιητῇ, διὰ δὲ τοῦ πυρὸς καὶ τῆς πνοῆς, ἣν ἐξανιεῖσιν, ὡς προεδηλώθη, αἱ φῦσαι, τὰ ποιητικὰ καὶ δραστήρια τῶν στοιχείων αἰνίττεται, ἀέρα καὶ πῦρ, οὗ τὰς ἀποτομάδας ἀπορροίας χρυσᾶς νεάνιδας ὑπουργοὺς Ἡφαίστου καλεῖ. διὰ δὲ τοῦ κυκλοτεροῦς σάκους τὸ κατὰ τὸν σφαιροειδῆ κόσμον σχῆμα ἐνδείκνυται. σφαίρας 4.2 γὰρ γένεσίς ἐστιν ἡμικυκλίου περιενεχθέντος ἀποκατάστασις. τὰ δὲ τηκόμενα, ὁ χρυσός, ὁ χαλκός, ὁ ἄργυρος, ὁ κασσίτερος, τοῖς στοιχείοις εἰκάζονται διὰ τὴν πρὸς ἐκεῖνα τῶν τοιούτων μετάλλων ἐμφέρειαν. ὁ χρυσὸς μὲν γὰρ καὶ ὁ ἀτειρής, ὅ ἐστι δυσκατέργαστος, χαλκός, εἴκασται πυρὶ καὶ γῇ, ὁ δὲ μαλακὸς καὶ οἷον ῥευστικὸς κασσίτερος ὕδατι, ἀέρι δὲ ἄργυρος ὁ πρὶν ἢ σμηχθῆναι μέλας ὢν καὶ ἀμιγὴς οὗ ὕστερον ἐπιφαίνει φωτός. καὶ ταῦτα μὲν οὕτω συμβολικῶς. μετ' ὀλίγα δέ φησιν ἡ αὐτὴ φιλόσοφος, ὅτι καὶ τοῖς κυρίοις τῶν στοιχείων ὀνόμασι χρῆται ὁ ποιητὴς «ἐν μὲν γαῖαν ἔτευξε» λέγων, «ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν», τὸ δὲ τέταρτον στοιχεῖον αὐτός ἐστιν ὁ τὸ σάκος τεύχων Ἥφαιστος. τὴν δὲ τρίπλακα μαρμαρέην ἄντυγα τὸν ζωδιακὸν ἐκείνη λέγει κύκλον αἰνίττεσθαι, τρίπλακα μὲν διὰ τὸ πλάτος αὐτοῦ, καθ' ὃ ἡ τῶν πλανήτων κίνησις, μαρμαρέην δὲ διὰ τὸ τὸν ἥλιον τοῦ διὰ μέσων οὐκ ἐξιστάμενον καὶ τὸ φῶς ἐφ' ὅλον αὐτὸν πέμποντα μαρμαίρειν τε καὶ φαεινὸν εἶναι τὸν κύκλον ποιεῖν. τὸν δὲ ἀργύρεον τελαμῶνα, δι' οὗ ἡ ἀσπὶς ἐκ τῶν ἄκρων ἀνέχεται, εἰς τὸν ἄξονα μεταφέρει τὸν τὸ πᾶν ἀνέχοντα, ἐξηρτημένον ὥσπερ τοῦ ἀνωτάτω αἰθέρος καὶ διὰ μέσου τῆς γῆς ἥκοντα καὶ ἐπὶ τὰ νότια περατούμενον καὶ παρέχοντα στρέφεσθαι τὸν οὐρανὸν περὶ αὐτόν, ὑπ' αὐτοῦ ἀνεχόμενον. τὰς δὲ πέντε πτύχας τοῦ σάκους τοὺς παραλλήλους κύκλους νοεῖ, εἰς οὓς διαιρεῖται ὁ κόσμος, ἤγουν τὸν ἀρκτικόν, ὃς τῷ βορείῳ πόλῳ ἐγγίζει, καὶ τὸν τῷ Νότῳ προσκυροῦντα ἀνταρκτικόν, καὶ τοὺς δύο τροπικοὺς, ἤγουν τὸν πρὸς τῷ Βορρᾷ θερινὸν καὶ τὸν πρὸς τῷ Νότῳ χειμερινόν, καὶ πέμπτον τὸν μέσον αὐτῶν ἰσημερινόν, εἰς ὃν ἥλιος ἐλθὼν ἰσάζει τὰς ἡμέρας ταῖς νυξίν. ὧν πέντε πτυχῶν μέση μὲν χρυσέα καθ' Ὅμηρον, ὁ ἰσημερινὸς δηλαδή, εἰ μή τις καὶ τὴν διακεκαυμένην ζώνην ταύτην θέλει νοεῖν. δύο δὲ ἔνδον κασσιτέρου οἱ τροπικοὶ διὰ τὸ εὐτόνως εὔκρατον, ἐξωτάτω δὲ χαλκαῖ, αἱ πρὸς τοῖς πόλοις, κατεσκληκυῖαί πως διὰ τὴν ἐπὶ πολὺ τοῦ ἡλίου ἀπόστασιν. καὶ τοιαῦτα εἰποῦσα ἡ σοφὴ ἀσπιδοποιὸς καὶ τὴν ἡφαιστότευκτον καὶ καθ' ὕλην ἀσπίδα μετασκευάσασα νοερώτερον συμβιβάζει, καὶ τὰ περὶ τῶν πόλεων καὶ ὅσα ἄλλα λέγει ὁ ποιητὴς ἐν τῇ ἀσπιδοποιΐᾳ, λέγουσα ὅτι πράξεις ἀνθρώπων πολέμῳ καὶ εἰρήνῃ πρεπούσας, ὑφ' ὧν ὁ καθ' ἡμᾶς διοικεῖται βίος, ἀπαγγέλλει δι' αὐτῶν ὁ ποιητής, εἰσηγητὴς τῆς ἀρίστης γινόμενος πράξεως. τὸν φόνον δέ, οὗ ποινή, τουτέστι πρόστιμον, δύο τάλαντα 4.221 τέθειται, ἀκούσιον εἶναι νοεῖ. καὶ τὸ «ἄμφω δὲ ἱέσθην ἐπὶ ἴστορι», ὅ ἐστιν μάρτυρι, μαρτύρων λέγει δηλοῦν παράληψιν, ἐφ' οἷς πολλάκις τὸ πέρας τῆς δίκης. καὶ ὅλως ἀποδείκνυσι πλατυτάτην τὴν ἀσπιδοποιΐαν περὶ θείων καὶ ἀνθρωπίνων εἶναι τῷ ποιητῇ διάλεξιν. (ῃ. 483) Ὅτι τὰ ἐν τῇ ἀσπίδι δαιδάλματα τοῦ Ἡφαίστου ἐπιβαλὼν ἐκφράζειν φησὶν «ἐν μὲν γαῖαν ἔτευξεν, ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν», καλλωπίσας τε τὸ τῆς φράσεως πρόσωπον καὶ ἀρξάμενος ὅθεν ἐχρῆν, διὰ τὸ αἴνιγμα κοσμογενείας εἶναι ταῦτα κατὰ τοὺς παλαιούς. (ῃ. 484-5) Εἶτα πάλιν τῶν ἄνω καὶ κρειττόνων γινόμενος πρὸ τῶν περὶ γῆν φησιν «ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται», ἤγουν κύκλῳ περιέχει καὶ στρέφει σφαῖρα ὢν αὐτός. (ῃ. 486-9) Εἶτα ἐξ ἁπάντων τειρέων ἐκλεγόμενος, ἅπερ αὐτὸς ἐθέλει, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, ἀπαραποίητα γὰρ καὶ ἐκεῖ τοιαῦτα κεῖται, φησὶ· «Πληϊάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος, Ἄρκτον θ', ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τ' αὐτοῦ στρέφεται, καί τ' Ὠρίωνα δοκεύει, οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο». Ἰστέον δὲ ὅτι ἀρξάμενος, ὡς ἐρρέθη, τῆς ἀσπιδοποιΐας ἐπαναφορικῶς ἐκ τοῦ «ἐν μὲν γαῖαν, ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα», ἐπέμεινε τῷ καλῷ τούτῳ