σχήματι καὶ ἐν τοῖς ἑξῆς, λέγων· ἐν δὲ δύο ποίησε πόλεις, ἐν δὲ τίθει νειόν, ἐν δὲ τίθει τέμενος, ἐν δὲ τίθει ἀλωήν, ἐν δ' ἀγέλην ποίησεν, ἐν δὲ νόμον ποίησεν, ἐν δὲ χορὸν ποίκιλλεν, ἐν δὲ τίθει ποταμοῦ σθένος. ἔθετο δὲ οὕτω καὶ μέσον τῆς ἐκφράσεως ἐν στίχῳ ἑνὶ τρία ὅμοια «ἐν δ' ἔρις, ἐν δὲ κυδοιμός, ἐν δ' ὀλοὴ κήρ», ὁποῖον καὶ τὸ «ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς». καὶ τοῦτο μὲν οὕτω. [(ῃ. 483) Ἰστέον δὲ ὡς ἡ γαῖα διφορουμένη τὸ 4.222 μὲν δίφθογγον ˉαˉι αὐτῆς ἀναφαίνει ἐν τῷ ἐννοσίγαιος καὶ ἐν ἄλλοις μυρίοις, τὸ δὲ ψιλὸν ˉε ἐν τῷ γεωργός καὶ λυπρόγεως καὶ ἐν ἑτέροις δυσαριθμήτοις, καὶ ὅτι ἐκ τοῦ γέα τοῦ ψιλογραφουμένου κέκραται ἡ γῆ. ἀπὸ τοῦ γῆ δὲ ἡ γαῖα μὲν οὐ παρῆκται. ἦ γὰρ ἂν παρωξυτονεῖτο κατὰ τὸ σελήνη σεληναία καὶ τὰ ὅμοια. σύγκεινται δὲ ἄλλως ἀπ' αὐτῆς λέξεις ὅτι μάλα πολλαί· τὸ γήπεδον, τὸ γήλοφον, ὁ γηπόνος, καὶ ἄλλα, ἐν οἷς καὶ τὸ γήτειον, οὗ ἐτυμολογία τὸ ἐκ γῆς ἀναθέειν. τοῦτο δὲ ἐν τοῖς τοῦ Ναυκρατίτου σοφιστοῦ γήθυον κεῖται, ἀπὸ τοῦ γῆθεν ἴσως θύειν, ἤγουν ὁρμᾶσθαι. τὸ δ' αὐτὸ καὶ γαθυλλὶς καὶ γηθυλλὶς καὶ ἐπιθυλλὶς λέγεται, ὅμοιον ὂν ἀμπελοπράσῳ, οὗ τὸ ἥμερον πράσον τε λέγεται καὶ κεφαλωτόν.] (ῃ. 484) Ἐν δὲ τῷ «ἠέλιον ἀκάμαντα σελήνην τε πλήθουσαν» τὰς φύσεις ἀμφοῖν διὰ τῶν ἐπιθέτων παρέστησε, τοῦ μὲν τὸ στερρὸν καὶ ἀκοπίατον 4.223 κατὰ τὴν περιπόλησιν, τῆς δὲ τὸ χαῦνον καὶ πληθύον τοῦ ἡλιακοῦ φωτός. δοκεῖ γάρ τισι τῶν φυσικῶν τὴν σελήνην ἀεὶ φύσει πλήθειν, εἰ καὶ μὴ ὁρᾶται ἡμῖν. διὸ καὶ πλήθουσαν, φασίν, εἶπεν αὐτήν. ἕτεροι δὲ πλήθουσάν φασι τὴν πληρωτικὴν σωμάτων τινῶν, οἷον ὀστρέων, ὀστρακοδέρμων, ἤδη δέ που καὶ δένδρων, ἀλλὰ δὴ καὶ ὑδάτων, ὡς δῆλον ἐκ τῶν πλημυρίδων, αἳ κατὰ μηνιαίας περιόδους γίνονταί τινας. ἔστι δὲ καὶ ἄλλως ἀκάμας μὲν ἥλιος ὁ ἀεὶ ἔχων ὡσαύτως, πλήθουσα δὲ σελήνη ἡ ἐκ μειώσεως αὖθις αὔξουσα κατὰ τὸ «πλήθοντες ποταμοί», οἱ ἐπομβρίαις ἐπαυξανόμενοι. διὸ τὸν Ὠκεανὸν ὡς μὴ πάσχοντα τοῦτο καὶ αὐτὸν κατὰ τοὺς λοιποὺς ἀκάματον προσεῖπεν ὁ γράψας τὸ «πάντῃ δ' ἀκαμάτοιο φέρεται ῥόος Ὠκεανοῖο». ἡ δὲ ἐξ ὅλου, ἤγουν ἐκ τῶν τειρέων ἁπάντων, μετάβασις εἴς τινα μέρη, Πλειάδας τε Ὑάδας τε, [Ἄρκτον τε τὴν καὶ Ἅμαξαν, ἥτις οἴη ἄμμορός ἐστι λοετρῶν Ὠκεα]νοῖο, Ὁμήρῳ συνήθης ἐστίν.(ῃ. 489) Ἐν οἷς τὸ ἄμοιρός ἐστι λουτρῶν Ὠκεανοῦ ἀντὶ τοῦ ἄδυτός ἐστι καὶ οὐ δύνει εἰς Ὠκεανὸν οὔτε αὐτὴ ἡ καὶ μεγάλη καλουμένη καὶ Ἑλίκη, πρὸς ἣν οἱ Ἕλληνες, ὡς εἴρηται, ναυτιλλόμενοι ἑλίκωπες δι' αὐτὴν ἐλέγοντο, οὔτε ἡ Κυνόσουρα ἡ ἐγγὺς αὐτῆς ἡ μικρά, ἥτις μεθ' Ὅμηρον ὑπὸ Θαλοῦ τοῦ Μιλησίου εὕρηται, πρὸς ἣν Φοίνικες ἔπλεον. εἰ δὲ μὴ μόνη ἡ ἄρκτος, ἀλλὰ καὶ ἕτερά ἐστιν ἀειφανῆ ἄστρα καὶ ἄδυτα, ὅσα ὁ ἀρκτικὸς ἀποτέμνεται κύκλος, οἷον, ὁ διὰ μέσων τῶν ἄρκτων δράκων, ἡ τοῦ Βοώτου χείρ, τοῦ Κηφέως τὰ ἀπὸ τῆς ἰξύος 4.224 μέχρι ποδῶν, ἀλλ' ὁ ποιητὴς αὐτὰ σιωπᾷ, οὐ γὰρ τεχνολογῆσαι προηγουμένως ἐνεστήσατο. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «μόνη» πρὸς ἀντιδιαστολὴν εἶπε τῶν ἄλλων, ὧν ὡς τῇ ἀσπίδι ἐντετυπωμένων προεμνημόνευσεν, ἤγουν τῶν Πλειάδων καὶ τῶν Ὑάδων καὶ τοῦ Ὠρίωνος. αὐτὰ γὰρ Ὠκεανῷ λούονται δύνοντα.ἔστι δὲ τὸ τοιοῦτον λούεσθαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ῥητόρευμα μυθικῆς ὑπολήψεως, ὡς τῶν πολλῶν οἰομένων εἰς Ὠκεανὸν λούεσθαι τὰ ἄστρα καταδυόμενά τε καὶ ἀνίσχοντα καὶ διὰ τοῦτο καὶ λαμπρὰ εἶναι. κατὰ τοίνυν τὴν τοιαύτην νόμισιν λούεσθαι μέν ἐστιν εἰς Ὠκεανὸν τείρεα τὸ δύνειν καὶ ἀνατέλλειν αὐτά, τὸ δὲ μὴ λούεσθαι τοῦ μὴ δύνειν ἐστὶ δηλωτικόν. (ῃ. 485) Τείρεα δὲ ἢ παρὰ τὸ εἴρειν γίνεται τὸ λέγειν, ἔχουσι γάρ τινα σημασίαν, ὡς καὶ Ἄρατος δηλοῖ, ἢ ὡς πρὸ βραχέων εἴρηται, παρὰ τὸ τείρειν, καθὰ καὶ τοῦτο ἐν τοῖς τοῦ Γεωργίου κεῖται. πολλοὶ γάρ, φησίν, ἐκ τῶν ἀστέρων καταπονοῦνται γινόμενοι ἀστρόβλητοι ὡς ἐκ τῆς βροντῆς ἐμβρόντητοι. ἐφανέρωσε δέ, φησί, τὸ ˉε Ἀλκαῖος εἰπὼν «τερέων» δίχα τοῦ ˉι. δύναται δὲ καὶ παρὰ τὸ τηρεῖν τροπῇ Βοιωτικῇ τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. (ῃ. 486) Ὁ δὲ περὶ Πλειάδων καὶ Ὑάδων λόγος τοιοῦτος. Ἄτλαντι τῷ Ἰαπετοῦ καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ