ἐξοστρακίζειν, ὃ παρ' Ἀθηναίοις ἔθος ἦν ὡς ἐν εἴδει ἀφορισμοῦ, ἤγουν ἐξορίας. καὶ ὁ ἐποστρακισμός. εἶδος δὲ οὗτος παιδιᾶς, καθ' ἥν, φασίν, ὀστράκια πλατέα ἐκτετριμμένα ὑπὸ θαλάσσης προΐενται κατὰ τῆς ἐπιφανείας τοῦ ὑγροῦ, καὶ ἐπιτρέχοντα ἐνίοτε πολλάκις, ἕως ἀτονήσαντα δυῶσι κατὰ θαλάσσης, ἡδίστην ποιοῦνται πρόσοψιν. ἔτι ἐκεῖθεν καὶ παροιμία ἐπὶ τῶν ὅποι τύχῃ μεταβαλλομένων, τὸ «ὀστράκου περιστροφή», ἢ ὀστράκου περιστραφέντος ἢ μεταπεσόντος, ταὐτὸν δ' εἰπεῖν, τῶν πραγμάτων ἐξαλλαγέντων, ὡς ἔτυχεν. ἐλέχθη δὲ καὶ αὐτὴ ἐκ παιδιᾶς τοιαύτης. παῖδες δύο γραμμῇ τινι μεσολαβούσῃ διεστηκότες ἀλλήλων ὄστρακον ἀνερρίπτουν, οὗ θάτερον μὲν μέρος πεπισσωμένον ἦν, τὸ ἐντὸς δηλαδή, τὸ δὲ ἐκτὸς ἀπίσσωτον. διώριστο δὲ τοῖς συμπαίζουσι, τίνων μὲν ἦν τὸ τὴν πίσσαν ἔχον, τίνων δὲ τὸ λοιπόν. καὶ ὅτε, φασίν, ἀναβληθὲν τὸ ὄστρακον πέσοι, ὧν μὲν ἦν τὸ κάτω τοῦ ὀστράκου, ἔφευγον, οἱ δὲ λοιποὶ ἐδίωκον. καὶ ἐλέγετο τοῦτο 4.249 περιστροφὴ ὀστράκου. καὶ ἡ παιδιὰ ὀστρακίνδα ἐκαλεῖτο. χρῆσις τῆς λέξεως ἐν τῇ κωμῳδίᾳ πρὸς αἴνιγμα τοῦ ῥηθέντος ἐξοστρακισμοῦ. Πλάτων δέ, φασίν, ὁ Κωμικὸς φράζει αὐτὴν οὕτως «εἴξασι τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες, διανειμάμενοι δίχ' ἑαυτούς, ἑστᾶσιν αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δ' αὖ ἐκεῖθεν. εἷς δ' ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς. κἂν μὲν πίπτῃσι τὰ λευκὰ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ, τοὺς δὲ διώκειν». ὁ δὲ ἀναρρίπτων τὸ ὄστρακον ἐπιλέγει «νὺξ ἢ ἡμέρα», τουτέστι τὸ λευκὸν ἐπιφαίνεται τοῦ ὀστράκου ἢ τὸ πισσηρὸν σκοτεινόν. ὅπερ ἐξ Ὁμήρου παρείλκυσται, νέφος εἰπόντος «μελάντερον ἠΰτε πίσσα». ἔτι πλεονασμὸς τοῦ ˉρ καὶ ἐν τῷ «βλήτροισι» καὶ ἐν τῷ ἀμφιβλήστρῳ καὶ ἐν τῷ ῥόπτρῳ τῷ προδεδηλωμένῳ, καὶ ἐν ἄλλοις μυρίοις. ὁ δὲ τοῦ σίγμα μέσον πλεονασμὸς ἐν τῷ «ἐλάστρεον» ὁμοίως ἔχει τῷ βωτῶ, βωστρῶ, κομῶ, κοσμῶ. ματροπός, ∆ωρικῶς ἡ μητρὸς ὄπα ἔχουσα, καὶ πλεονασμῷ μαστροπός.] (ῃ. 544) Ὅτι δὲ τέλσον ἐστὶ τὸ τέλος, ἐξ οὗ καὶ γίνεται μεταθέσει τοῦ ˉσ καὶ προσθέσει τοῦ ˉν, ὡς ἂν μὴ εὑρεθῇ ὄνομα οὐδέτερον λῆγον εἰς ˉο, δηλοῦται καὶ ἀλλαχοῦ. [Ισως δὲ καὶ τὸ ἦτρον καθ' ὁμοιότητα τοῦ τέλσον γίνεται. ἦτορ γὰρ καὶ κατὰ μετάθεσιν ἦτρο καὶ προσλήψει τοῦ νῦ ἦτρον, ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ αὐτὸ τὸ ἦτορ τὸ ἐπὶ ψυχῆς, ἵνα ᾖ ἦτρον τὸ συντελοῦν εἰς τὸ ἄειν, ὅ ἐστι πνεῖν καὶ ζῆν.] ∆ὶς δὲ τὸ τέλσον ἐνταῦθα ἐγράφη, ὡς τῇ ποιήσει εὔχρηστον. (ῃ. 545) Τὸ δὲ δέπας ἔκπωμα οἱ μεθ' Ὅμηρον ἔλεγον μᾶλλον ἢ ποτήριον. τραγικοὶ δέ φασι 4.250 καὶ Ἴωνες καὶ πῶμα τὸ αὐτό. (ῃ. 546) Ὄγμοι δὲ φανερῶς ἐνταῦθα αἱ ἀρότρου τομαί, εἰ καὶ ἐν ἄλλοις ἐπίστιχον φυτείαν ἡ λέξις δηλοῖ. καὶ γίνεται παρὰ τὸ οἴγειν ἀποβολῇ τοῦ ἰῶτα-οἴγεται γὰρ τῷ ἀρότρῳ ἡ γῆ-, ἢ παρὰ τὸ ἕλκω ὄλγμος καὶ ὄγμος. παρακατιὼν δέ, ὡς εὐθὺς δηλωθήσεται, καὶ ἐπὶ στιχὸς ληΐου θεριζομένου τὸν ὄγμον τίθησι, δὶς ἐκεῖ τὴν λέξιν εἰπών, [ἀκολούθως τῷ ὄγμοι σταχύων.] Οἱ δὲ παλαιοὶ εἰς τὴν σημασίαν τοῦ ὄγμου φασὶν οὕτω· ὄγμος· ἀρχή, τέρμα, διέξοδος θεριστῶν, [τάξις, ἔφοδος θεριστῶν] στιχηρά. ἐπίστιχος φυτεία. [Ὄγμου δέ, φασί, παράγωγον ἐπόγμιος, ἐπίθετον ∆ήμητρος.] (ῃ. 547) Τὸ δὲ «ἱέμενοι» τὸ χρήσιμον δηλοῖ τῆς δι' οἴνου δεξιώσεως, ὅτι δηλαδὴ οἱ οὕτω τε θεραπευμένοι τάχιον ἵενται ἀγαγεῖν τὸ ἔργον εἰς τέλος. Τὸ δὲ «βαθείης» τὸ ἀσφαλὲς ἔχει ἐκ τοῦ καὶ μαλακὴν εἰπεῖν ἄρουραν. ἡ τοιαύτη γὰρ εἰς βάθος τέμνεται. ἄλλως δὲ τεχνικῶς ἐρρέθη, ὡς δέον ὂν βαθεῖαν τέμνεσθαι τὴν νειόν, ἢ καὶ ὡς χρεὼν ὂν τοὺς τοιούτους ἀροτρέας μὴ τῇ ἐπιθυμίᾳ τοῦ πιεῖν ἐπιπολῆς τέμνειν τὴν νειόν, ἀλλ' εἰς βάθος. (ῃ. 548) Τὸ δὲ «ἀρηρομένῃ» ὀρθῶς μὲν οὕτως ἔχει, εὕρηνται δέ τινα τῶν ἀντιγράφων καὶ ἀρηρεμένην ἔχοντα διὰ τοῦ ˉε, καὶ ἴσως οὐκ ὀρθῶς. (ῃ. 550-60) Ὅτι θερισμὸν ἐκφράζων φησὶν «ἐν δ' ἐτίθει τέμενος βαθυλήϊον· ἔνθα δ' ἔριθοι ἤμων, ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα», ὅ ἐστι συχνά, «πῖπτον ἔραζε, ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. τρεῖς δ' ἂρ