παρὰ τῷ Ἀθηναίῳ. ὡς δὲ τὸ νωγαλίζειν καὶ νωγαλεύειν λέγεται, δῆλον ἐκ τῶν νωγαλευμάτων, ἅπερ εἰσὶν ἡδέα βρώματα, λεγόμενα, φησί, καὶ τρισυλλάβως νώγαλα, οἷον βότρυς, ῥοιάς, φοίνικας, ἕτερα νώγαλα. Ἀναλογία δὲ τοῦ ἐνωγάλισται κατὰ τὸ κέκτηται ἔκτηται, οὗ ἀπαρέμφατον παρ' Ὁμήρῳ τὸ ἐκτῆσθαι, καὶ τὸ ἐκπέπηξε ἐξέπηξε παρὰ τῷ Κωμικῷ, καὶ τέθλασται ἔθλασται, ἀφ' οὗ ἐθλασμένον παρὰ τῷ ∆ειπνοσοφιστῇ. παραπηκτέον δὲ καινότητι λεκτικῇ καὶ τοὺς παρὰ Ξενοφῶντι καὶ ἄλλοις βίκους τὰ οἰνοδόχα ἀγγεῖα, οἳ κεῖνται καὶ ἐπὶ μειζόνων ὀστρακίνων σκευῶν, ὡς ἐμφαίνεται ἐν τῷ «Σικελοῦ θύννου τέμμαχος τμηθέν, ὅτ' ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν». ὁ δὲ τοιοῦτος ταριχευτικὸς βῖκος καὶ ἀμφορεὺς ἂν λέγοιτο, ὡς δηλοῖ ἐπαχθὲν περὶ σκόμβρου τὸ «πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν ἀμφορέως», ὃν δηλαδὴ βιτίναν οἱ κοινολεκτοῦντές φασί.] ∆ῆλον δὲ ὅτι καὶ χάραξ ἡ κάμαξ ἐλέγετο. ὅθεν 4.257 καὶ παροιμία «ἐξηπάτηκεν ἡ χάραξ τὴν ἄμπελον», ὅταν ὑπὸ τοῦ δῆθεν σῴζοντος ἀπατηθῇ τὸ σῳζόμενον. ὡς δὲ καὶ δόρατος ξύλον ἡ κάμαξ παρά τισιν, οὐκ ἠγνόηται οὐδ' αὐτό. (ῃ. 564) Κάπετος δέ, περὶ ἧς καὶ ἄλλοθι δηλοῦται, ληνὸς ἢ τάφρος, ἐπ' ἀσφαλείᾳ πέριξ ὀρωρυγμένη τῆς ἀμπέλου. Καὶ ὅρα τὸ εἰς ποικιλίαν τεχνικὸν τῆς ποιήσεως. τὸ μὲν γὰρ ἔδαφος τῇ ἀλωῇ χρυσοῦν, ἴσως δὲ καὶ τὰ κλήματα, μέλανες δέ οἱ βότρυες, ᾧ τρόπῳ καὶ ἡ νειὸς ἀνωτέρω ἐμελαίνετο, αἱ δὲ κάμακες ἀργυραῖ, κυανὴ δὲ ἡ κάπετος κατὰ τὴν πρὸ βραχέων μελαινομένην αὔλακα εἰς βάθους ἔμφασιν, τὸ δὲ ὑπὲρ τὴν τάφρον ἕρκος κασσιτέρινον, τοὺς δὲ τρυγῶντας καὶ τοὺς ταλάρους ἀφῆκεν εἰπεῖν οἵας ὕλης ἦσαν, ὡς μὴ πάνυ ἀναγκαῖον ὄν, καὶ ἅμα ἐμφήνας τοιαῦτά τινα, ὡς εἰκός, εἶναι καὶ αὐτά. Τὸ δὲ «ἔλασε» καὶ νῦν ἀντὶ τοῦ ἐξέτεινεν, ἁρμόττον πρός τε τὴν κάπετον καὶ πρὸς τὸ ἕρκος. δῆλον δὲ ὡς πολλὰ σημαίνει τὸ ἐλάσαι, ὧν ἓν καὶ τὸ καθῆραι. ὅθεν καὶ ἐλατήριον πᾶν τὸ κατακαθαῖρον φάρμακον, ὅπερ Ἱπποκράτης ὑπήλατόν φησι. καὶ ἐλατήριον ἰδίως τὸ διὰ ῥίζης ἀγρίου συκίου καθαρτικὸν τῆς κάτω κοιλίας καὶ νηὸς ἐλατήρ. ὁ μέντοι παρ' Ἀριστοφάνει ἐλατὴρ πόπανον, φασίν, ἦν πλατύ. (ῃ. 565) Ἀταρπιτὸς δὲ στενὴ ὁδὸς καὶ διηνεκὴς καὶ μὴ ὧδε καὶ ἐκεῖ τετραμμένη. μιᾶς δὲ μόνης χρεία ἦν τοιαύτης τῇ ἠσφαλισμένῃ ἀλωῇ. ὅτι δὲ ἕτερόν τι τῆς ἁπλῶς ὁδοῦ ἡ ἀτραπιτός, δηλοῖ, ὡς ἀλλαχοῦ σαφέστερον εἴρηται, καὶ τὸ παροιμιῶδες «ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς». (ῃ. 566) Τὸ δὲ νίσσεσθαι οὐκ εὔχρηστον μὲν τῇ καταλογάδην γραφῇ, παράγεται δὲ, ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ἀπὸ τοῦ νῶ, τὸ πορεύομαι. Φορεῖς δὲ ἄλλως μὲν γενικῶς οἱ φορτηγοί, νῦν δὲ εἰδικῶς οἱ τοὺς βότρυας φέροντες, ὡς δηλοῖ περιφρασθὲν τὸ 4.258 «πλεκτοῖς ἐν ταλάροισι φέρον καρπόν». (ῃ. 567) Παρθενικαῖς δὲ καὶ ἠϊθέοις ἀνατίθησι τὰ μὴ σπουδαῖα, τὴν μολπήν, τὸ ἰΰζειν, τὸ ὀρχεῖσθαι, ὡς τῶν λοιπῶν πονουμένων περὶ τρυγητόν, ἐν οἷς, ὡς εἰκός, καὶ ἁδραὶ γυναῖκες, ὁποῖαι καὶ ἀνωτέρω αἱ περὶ δεῖπνον ἐρίθων πονούμεναι. Ἠΐθεοι δὲ ὅτι οἱ μηδέπω γεγαμηκότες, πολλαχοῦ καὶ αὐτὸ εἴρηται. (ῃ. 568) Τάλαροι δὲ καλαθίσκοι, τάλανες εἰς τὸ αἴρειν ὡς βαστακτικοί. λέγονται δὲ οἱ τοιοῦτοι καὶ ἄρριχοι παρὰ Ἀττικοῖς. Παυσανίας οὖν φησιν ὅτι ἄρριχος κόφινος ἐπιτήδειος εἰς συγκομιδὴν σταφυλῶν. Ἀριστοφάνης δὲ ἀρρίχους ἐν Ὄρνισι λέγει κοφίνους, οὓς ἐνέπλησέ τις πτερῶν. ἀπὸ οἰσύας δέ, φασί, τοῖς ἀρρίχοις τὸ πλέγμα. καρπὸς δὲ μελιηδὴς ἡ σταφυλή, ἐπεὶ καὶ οἶνός που μελιηδής. (ῃ. 569 ς.) Ὅρα δὲ καὶ ὡς ταὐτὸν εἶναι δοκεῖ φόρμιγξ καὶ κιθάρα, ὡς δηλοῖ τὸ «φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζεν», ἤγουν πρός τινα ἵμερον φιλοτήσιον, τοιούτοις ἔργοις προσήκοντα, ὁποῖος δή τις καὶ χορὸς μετ' ὀλίγα εἰρήσεται. (ῃ. 570) Τὸ δὲ «λίνον δ' ὑπὸ καλὸν ἄειδεν» ἢ ἀντὶ τοῦ τὸν καλὸν ἐκεῖνον ἥρωα Λίνον ἄειδεν, ἢ καλὸν ἀντὶ τοῦ καλῶς λίνον ἄειδε. λίνος δὲ εἶδος ᾠδῆς κατὰ Ἀρίσταρχον ἢ ὕμνου, ὡς καὶ ὁ παιὰν καὶ ὁ διθύραμβος. ὠνόμασται δὲ λίνος τὸ τοιοῦτον ᾠδικὸν εἶδος ἢ ὡς μετὰ λίνου ἤτοι χορδῆς ᾀδόμενος, ἢ ἀπό τινος Λίνου, ἀνδρὸς ἥρωος. Φασὶ γὰρ οἱ παλαιοὶ ποιημάτιόν τι ἐπὶ τῷ Λίνῳ εἶναι, ὃ Σφαῖρα μὲν