πένθος, ὡς εἰκός, ἦν αὐτοῖς, ἀλλ' ἄρτι καιρὸς τοῦ χαίρειν ἐστίν, ὥσπερ τοῖς Τρωσὶν ἔμπαλιν. (ῃ. 42-4) Ἰστέον δὲ ὅτι ἀγῶνα νεῶν λέγει τὸ ἄθροισμα, ὡς καὶ ἀλλαχοῦ, καὶ ὅτι τὸ «οἵ» ἄρθρον ὑποτακτικὸν καὶ ἐν τῷ «ἔχον» συνεξακούεται καὶ ἐν τῷ «ἔσαν». λέγει γὰρ «καὶ οἳ ἔχον οἰήϊα», καὶ οἳ ἐσιτοδότουν, καὶ ὅτι νηῶν οἰήϊα ἔχοντας ἢ τοὺς κυβερνήτας πάλιν διασαφητικῶς ἐκ παραλλήλου φησὶν ἢ τοὺς ναύτας, οἳ νηῶν πηδάλια ἔχουσιν, ὅ ἐστιν ἁπλῶς κώπας. (ῃ. 44) Ταμίας δὲ οὐ γενικῶς θησαυροφύλακας λέγει, ἀλλὰ σίτου δοτῆρας, ὡς αὐτὸς ἑρμηνεύει. σίτου μέντοι κατὰ γένος οὐδέτερον κατειργασμένου, οὐ μὴν ἀρρενικῶς ἀκατεργάστου κατὰ τὸν πυρόν. τοιαύτη δέ τις ταμίη ἐν τῇ Ὀδυσσείᾳ τοιούτου σίτου φυλακτική, ὃ καὶ σιτίον παρὰ τοῖς ὕστερον 4.282 λέγεται. (ῃ. 42) Τὸ δὲ «οἳ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι» τηρητέον εἰς παράδειγμα τοῦ περὶ διαστολῆς λόγου. ὡς γὰρ τὸ ἔστι νοῦς καὶ ἔστιν ἄξιος, οὕτω καὶ τὸ «πάρος γε νεῶν ἐν ἀγῶνι» τηρητέον εἰς παράδειγμα τοῦ περὶ διαστολῆς λόγου. ὡς γὰρ τὸ ἔστι νοῦς καὶ ἔστιν ἄξιος, οὕτω καὶ τὸ «πάρος γε νεῶν», διασταλὲν τοιῶσδε ἢ τοιῶσδε, διάφορον δηλοῖ ἔννοιαν. ὡς γὰρ ἢ νοῦς ἢ οὖς, ἢ νάξιος ἢ ἄξιος, οὕτω δὴ καὶ ἢ γενεῶν ποτε ἢ νεῶν, ὡς ἐνταῦθα. [Οὕτω καὶ κατωτέρω ἀναγκαία ὑποδιαστολὴ ἐν τῷ «Ἀτρείδη, ἦ ἄρ τι τόδε ἄρειον». εἰ γὰρ μὴ διασταλείη τὸ ἄρ, εἰκὸς νοηθῆναι ἄρτι ἀντὶ τοῦ νῦν. ὁμοίως μετ' ὀλίγα καὶ ἐν τῷ «κατακτάμεν Ἄρτεμις ἰῷ, ἤματι τῷ, ὅτε» καὶ ἑξῆς. μὴ τεθείσης γὰρ διαστολῆς ἐν τῷ «ἰῷ», νοήσοι ἄν τις ἴσως «ἰῷ ἤματι», ἤγουν μιᾷ ἡμέρᾳ, ὅπερ ἀλλαχοῦ ἐγράφη.] (ῃ. 40-1) Σημείωσαι δὲ τὴν καταλλαγὴν τοῦ Ἀχιλλέως καινὴν οὖσαν καὶ ἀπροσδόκητον. ὁ γὰρ πρὶν ἄγριος καὶ ἀμείλιχος καὶ μηδὲ λιταῖς εἴξας μηδὲ δώροις μάλα πολλοῖς αὐτὸς ἐνταῦθα πιθήσας μητρικῇ παραιφάσει ἅμα ἤκουσεν εἰς ἀγορὴν καλέσαι ἥρωας Ἀχαιοὺς καὶ τὰ ἑξῆς, καὶ εὐθὺς ἔβη «παρὰ θῖνα θαλάσσης» «σμερδαλέα ἰάχων, ὦρσε δ' ἥρωας Ἀχαιούς», [κῆρύξ τε γεγονὼς καὶ σύμμαχος αὐτόματος.] (ῃ. 48-53) Ὅτι χαρέντες, ὡς εἰκός, Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ἦλθον εἰς ἀγοράν, ἣν δηλαδὴ συνέλεξεν Ἀχιλλεὺς σμερδαλέα, [ὡς εἴρηται,] ἰάχων. φησὶ γὰρ «τὼ δέ», ἤγουν οὗτοι, «δύω σκάζοντε βάτην θεράποντες Ἄρηος» ὁ δεῖνα καὶ ὁ δεῖνα, «ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυρά· κὰδ δὲ μετὰ πρώτῃ ἀγορᾷ ἵζοντο κιόντες», διὰ τὸ προλαβεῖν δηλονότι κατὰ σπουδήν. «αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων», τραῦμα ἔχων καὶ αὐτὸς τὸ ἐκ τοῦ Κόωνος. ἔστι δὲ δεύτατος καὶ νῦν ὁ μὴ δεύτερος, ἀλλὰ πάντων ὕστερος, ἐκ τοῦ δεύω, καθ' ὁμοιότητα τοῦ βασιλεύτατος. (ῃ. 49) Τὸ δὲ ἔγχει ἐρείδεσθαι τοὺς ἀριστεῖς ἰδίᾳ ἑκάτερον προσφυῶς αὐτοῖς ἔχει. οὐ γὰρ νάρθηκι ἐχρῆν ἢ σκολιῷ σκίπωνι. [(ῃ. 47) Ἰστέον δὲ ὅτι τε τὸ σκάζειν ἐκ τοῦ κῶ, τὸ κεῖμαι, γίνεται κατὰ παραγωγὴν καὶ πλεονασμὸν συνήθη τοῦ σίγμα, οἱονεὶ γὰρ κεῖσθαι μελετᾷ ὁ 4.283 σκάζων, καὶ ὅτι οὐ μόνον ἐν ἀρχαῖς λέξεων πλεονάζειν εἴωθε τὸ σίγμα, ἀλλὰ καὶ ἐν μέσῳ, καθὰ δῆλον ἐκ τοῦ ἐλατῶ ἐλαστρῶ, περὶ οὗ προγέγραπται, καὶ τοῦ κομῶ κοσμῶ, καὶ τοῦ βλῆτρον ἀμφίβληστρον, καὶ τοῦ βωτῶ βωστρῶ τοῦ ἐν Ὀδυσσείᾳ, καὶ ἑτέρων. [ὡς δὲ καὶ ἐκτρέχει τοῦ μέσου ἔστιν ὅτε τὸ σίγμα ἡ λάταξ δηλοῖ, γενομένη ἐκ τοῦ ˉλˉα ἐπιτατικοῦ μορίου καὶ τοῦ στάζω στάξω. Παιδιᾶς δέ τινος μέρος ἦν ἡ λάταξ, τὸν παρὰ τῷ Κωμικῷ συναπαρτίζουσα κότταβον, ὃν ὁ φιλοσίγματος Εὐριπίδης κόσσαβον ἐν δυσὶ σίγμασι γράφει. ὅτι δὲ τῷ σίγματι ἔχαιρεν Εὐριπίδης, δηλοῖ ὁ ἀποδεξάμενός τινα, ὅτι ἀπήλλαξε τοὺς ἀκροατὰς τῶν σιγμάτων Εὐριπίδου. ἐλέγετο δὲ λάταξ καὶ λατάγη τρισυλλάβως, ποτήριον οὖσα, ἐν ᾧ οἶνος ἦν, χρηστὸς ἀποχέεσθαι εἰς κότταβον, οἷον λεκάνη πλήρης ὕδατος, ἐπινεῖ τε ἐπ' αὐτῆς ὀξύβαφα κενά, ἐφ' ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων, εἶδος δὲ ποτηρίου καὶ τὰ καρχήσια, ἐπειρῶντο καταδύειν. χρῆσις δὲ κοσσάβου ἐν τῷ «πολὺς κοσσάβων ἀραγμός».] (ῃ. 54) Ὅτι τὸ ὁμηγερέες ἐγένοντο ἀολλίσθησαν ἐνταῦθά φησιν, εἰπὼν «αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί». Ὅτι τὸ χρῆναι εἰς ἓν συνάγεσθαι φιλικῶς καὶ μὴ ἄγαν ἐρίζειν διὰ γυναῖκα ὀψέ ποτε ὁ Ἀχιλλεὺς ἔγνω