ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γ' ἐπέδησε. καὶ γὰρ δή ποτε Ζῆν' ἀάσατο», ἢ Ζῆν' ἄσατο, «τόν περ ἄριστον ἀνδρῶν ἠδὲ θεῶν φασιν ἔμμεναι», καὶ τὰ ἑξῆς, ὡς εἰρήσεται. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα ἐπιχείρημά ἐστιν ἐκ τοῦ μείζονος. λέγει γὰρ ὁ βασιλεὺς ὡς οὐ καινόν, ἐὰν αὐτοῦ ἡ Ἄτη κατεκαυχήσατο, ὅπουγε καὶ τὸν ∆ία ἔβλαψεν. (ῃ. 91) Ἰστέον δὲ καὶ ὅτι τὸ Ἄτη μακρὸν ἔχει πανταχοῦ τὸ ˉα, κραθὲν ἐκ τοῦ ἀάσασθαι, ὃ λέξις μέν ἐστι ποιητική, καιρία δέ, ὡς ἐν ποιήσει. ἑξάκις γοῦν αὐτῇ ὁ ποιητὴς ἐν τῷ χωρίῳ ἐχρήσατο. λέγεται δὲ τὸ τοιοῦτον ῥῆμα ἐν δυσὶν ˉα ὡς ἐπὶ πολύ. τὸ γὰρ δι' ἑνὸς ˉα ἐπὶ τοῦ κορέσασθαι τὰ πολλὰ λαμβάνεται. ἐρεῖ γὰρ προϊὼν «σίτου ἄσασθαι φίλον ἦτορ». εὕρηται δὲ καὶ ἐπὶ βλάβῃ δι' ἑνὸς ˉα, οἷον «ἆσε με δαίμονος αἶσα καὶ ἀθέσφατος οἶνος». τὸ τοίνυν «Ἄτη, ἣ πάντας ἀᾶται» τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ γὰρ τοῦ ἀᾶσθαι ἀάτη καὶ ἄτη γίνεται. Πρέσβα δὲ 4.290 Ἄτη, ὃ ἐκ τοῦ πρέσβειρα συγκέκοπται, ἢ κατὰ χρόνον, ἀεὶ γὰρ ἐν ἄτῃ τὰ κατ' ἀνθρώπους, ἢ κατὰ τιμήν, ὡς χρεὼν ὂν ἐκθύεσθαι τὴν Ἄτην οἷα δυναμένην βλάπτειν καὶ οὐλομένην. ∆ιὸς δὲ θυγάτηρ, τοῦ κατὰ τὴν εἱμαρμένην δηλαδὴ νοουμένου. (ῃ. 92) Ἁπαλοὶ δὲ οἱ πόδες αὐτῇ, διότι λανθάνει ἀψοφητὶ ἐπιφοιτῶσα κατὰ τὰς παρὰ τῷ Ἡσιόδῳ νόσους. ἢ καὶ ἄλλως εἰπεῖν, κατὰ τοὺς κλεπτικούς, οἵ ποτε καὶ σπόγγους ὑποβάλλουσι τοῖς ποσίν, ἵνα μὴ ἐπιβούλως ἐπερχόμενοι κατάφωροι τῷ κτύπῳ γίνοιντο. Τὸ δὲ «οὐ γὰρ ἐπὶ οὔδει πίλναται» αἰτιολογεῖ τὴν ἁπαλότητα τῶν ποδῶν τῆς Ἄτης, οἱονεὶ λέγοντος τοῦ ποιητοῦ, ὅτι οὐκ ἀνάγκη σκληρόποδα εἶναι αὐτήν, οὐ γὰρ εἰς γηΐνην ἀντιτυπίαν πατεῖ, ἀλλ' εἰς κεφαλὰς ἀνθρώπων βαίνει. εἰ δὲ διὰ τοῦτο σκληροὺς αὐτὴν ἐχρῆν ἔχειν πόδας, ἵνα μᾶλλον βλάπτῃ, ἀλλ' ἐνταῦθα ἡ θίξις μόνη ἀρκεῖ. οὕτω καὶ ἡ νάρκη μαλθακὴ μὲν ἐπαφᾶσθαι, ναρκᾶν δὲ τὸ πελάσαν ποιεῖ. [Ὃ δὴ ῥῆμα, τουτέστι τὸ ναρκᾶν, παράγωγόν ἐστιν ἐξ αὐτῆς, οἷον «νάρκησε δὲ χεῖρ' ἐπὶ καρπῷ». τὴν δὲ νάρκην Πλάτων μὲν ἐν Μένωνι διὰ τοῦ ˉη ἔφη, εἰπών, ὡς ἡ νάρκη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ. Μένανδρος δέ, φασί, διὰ τοῦ ˉα ἔφη, ὁμοίως τῷ τόλμη τόλμα, οἷον «ὑπελήλυθέ τέ μου νάρκα τις ὅλον τὸ δέρμα», μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. λέγεται δέ, φασίν, ἡ νάρκη τὸ ζῷον τὴν ἀπ' αὐτῆς δύναμιν καὶ διὰ ξύλων διαπέμπεσθαι, ποιοῦσα ναρκᾶν τοὺς ἐν χεροῖν αὐτὴν ἔχοντας. ὡς δὲ σύμβολόν ἐστι τοῦ ναρκᾶν καὶ ὁ νάρκισσος, προδεδήλωται.] Σημείωσαι δὲ ὅτι τὸ «οὐ γὰρ ἐπ' οὔδει πίλναται» καὶ τῆς τῶν ζωϊκῶν ποδῶν σκληρότητος τελικὴν αἰτίαν ὑπολαλεῖ. διὰ τοῦτο γὰρ σκληροὶ πόδες τοῖς βαδιστικοῖς, ὅτι ἐπ' οὔδει ἀντιτύπῳ πίλνανται, ἤτοι πλησιάζουσι, ὃ γίνεται ἀπὸ τοῦ πελῶ, τὸ πελάζω καὶ ἐγγίζω. ὡς γὰρ ἔχω ἴσχω, ὀρέγω ὀριγνῶ, 4.291 μένω μίμνω, γένω γίγνω, πέτω πίτνω καὶ πίπτω, ῥέπω ῥίπτω, οὕτω καὶ πελῶ πιλνῶ καὶ πίλνημι, ἐξ οὗ παθητικὸν τὸ πίλναται. Τὸ δὲ «οὔδει» ἀπὸ εὐθείας ἐστίν, ὡς καὶ προεδηλώθη, διφορουμένης. ὡς γὰρ γῆρας καὶ γῆρος, ὕδας καὶ ὕδος, οὕτω καὶ οὖδας καὶ οὖδος, οὗ δοτικὴ οὔδει. (ῃ. 93) Οὐκ εἰς γῆν δὲ βαίνει ἡ Ἄτη, ἀλλὰ «κατ' ἀνδρῶν κράατα», διότι ἐκ μετεωρισμοῦ τὸ βλάπτεσθαι καὶ εὐηθείας κουφόνου, ὡς ἡ τραγῳδία φησί, καὶ διότι οὐ πίπτει χαμαί, ἀλλ' εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν. διὸ καὶ τὰ ἐκ φαύλου φόνου ᾑμαγμένα ξίφη εἰς κεφαλὴν τὴν τῶν πιπτόντων ἀνεμάττοντο. ἢ καὶ ἐπεὶ ἐξ ἁμαρτίας τοῦ κατὰ κεφαλὴν λογιστικοῦ καὶ βλάβης αἱ ἆται γίνονται. Σημείωσαι δὲ καὶ ὅτι τὸ λέγειν τὴν ἄτην βλάβην ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν, εἰπόντος «Ἄτη βλάπτουσ' ἀνθρώπους». (ῃ. 94) Τὸ δὲ «ἕτερόν γ' ἐπέδησε» περὶ τῶν ἐριζόντων ἔφη, ἐπεὶ ἀμήχανον ἀμφοτέρους τοὺς ἐπὶ κακῷ ἐρίζοντας ἐπ' ἀγαθοῖς ἀπαλλάξαι. σκοπητέον δὲ καὶ ὅτι, εἰ καὶ ἐπὶ ἄλλων τινῶν ἡ Ἄτη τῶν ἐριζόντων τὸν ἕτερον ἐπέδησεν, ἀλλ' ἐνταῦθα καὶ ἀμφοτέρους ἔβλαψε, τόν τε Ἀγαμέμνονα τὸ τοῦ Ἀχιλλέως γέρας ἀφελόμενον οὐκ ἐνδίκως, καὶ τὸν Ἀχιλλέα δέ, ὡς τὰς Λιτὰς ἀπωσάμενον. ἔφθη γὰρ εἰπὼν τὴν Ἄτην ἅμα τῷ ἕπεσθαι, ὃς ἂν τὰς Λιτὰς ἀνήνηται καί τε στερρῶς ἀποείπῃ, ὥσπερ δὴ καὶ ἐνταῦθα τῷ Ἀχιλλεῖ ἕπεται καὶ κατὰ τῆς