αὐτοῦ βαίνει κρατός, τοῦ Πατρόκλου στερήσασα, ὃν φίλην ἐκεῖνος ἐκάλεσε κεφαλήν. Καὶ σημείωσαι ὅτι καὶ ὅτε τις τοιαύτης φίλης κεφαλῆς στερηθῇ, καὶ τότε ἡ Ἄτη κατὰ κρᾶτα τοῦ τοιούτου βαίνει. Τὸ δὲ σχῆμα τοῦ «κατὰ δ' οὖν ἕτερόν γε πέδησεν», ὁμοιοῦταί πως τῷ «εἰ γοῦν ἕτερός γε φύγῃσι». (ῃ. 95 ς.) Τὸ δὲ «ὃν ἄριστόν φασιν εἶναι» οὐκ ἔστιν ἐνδοιάζοντος λόγου, περὶ ∆ιὸς γὰρ τοῦτο λέγει, ἀλλὰ βαρυνομένου καὶ οὕτω σχηματιζομένου τὸν 4.292 διστάζοντα. ὅλως γὰρ τὸ «φασί» ποτὲ μὲν ἐπὶ ἀγνοοῦντος ἢ καὶ διστάζοντος λέγεται, ποτὲ δὲ καὶ ἐπὶ ἀκριβῶς εἰδότος, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται. ἐλλειπτικῶς δὲ ῥηθὲν τὸ «φασί» πολὺ ἐνταῦθα ἔχει τὸ σεμνόν. ἐμφαίνει γὰρ οὕτως, ὡς πάντες ἄριστον ὁμολογοῦσι τὸν ∆ία, δηλαδὴ ἄνδρες καὶ δαίμονες καὶ θεοί. παρέξεσται δὲ τὸ «ἄριστον ἀνδρῶν καὶ θεῶν» ἐκ τοῦ «πατὴρ ἀνδρῶν τε θεῶν τε». Ὅτι ποικιλίαν καὶ ἐνταῦθα τῇ ποιήσει τεχνώμενος ὁ ποιητὴς διὰ παρενθέσεως μύθου τε καὶ ἱστορίας παραφέρει ὅπως τε τὸν ∆ία ἡ προσεχῶς εἰρημένη Ἄτη ἔβλαψεν, ὅτε ἡ Ἥρα ἐκεῖνον ἐν τοῖς κατὰ τὸν Ἡρακλέα ἠπάτησε, καὶ οἷα ἔπαθεν αὖθις ὑπὸ ∆ιὸς ἡ Ἄτη. (ῃ. 96-133) Φησὶ γὰρ ὁ βασιλεὺς ἐκτιθέμενος αὐτὰ εἰς πλάτος οὕτω «ἀλλ' ἄρα καὶ τόν», ἤγουν τὸν ∆ία, «Ἥρη, θῆλυς ἐοῦσα, δολοφροσύνῃσ' ἀπάτησεν, ἤματι τῷ ὅτ' ἔμελλε βίην Ἡρακληείην», τὴν καὶ ἀλλαχοῦ ῥηθεῖσαν, ἤγουν τὸν Ἡρακλέα, «Ἀλκμήνητέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γ' εὐχόμενος», ἤγουν ὁ μὲν δὴ Ζεὺς καυχώμενος, «μετέφη πάντεσσι θεοῖσι· κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. σήμερον ἄνδρα φόωσδε», ἤγουν εἰς φῶς, «μογοστόκος Εἰλείθυια», ἡ καὶ ἀλλαχόθεν κειμένη, «ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσι», τοῖς Ἀργείοις δηλαδή, ὡς κατωτέρω δηλοῦται, «ἀνάξει», ὅ ἐστι βασιλεύσει, «τῶν ἀνδρῶν γενεῆς, οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσι. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δ' ἄγε νῦν μοι ὄμοσσον, Ὀλύμπιε, καρτερὸν ὅρκον, ἦ μέν», ἤγουν ὄντως δή, «τόν», ὅ ἐστι τοῦτον, «πάντεσσι περικτιόνεσσιν ἀνάξειν, ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν», ἤγουν τούτων, «ἀνδρῶν, οἵ», κατὰ τὸν σὸν δηλαδὴ λόγον, «σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο, Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλ' ὄμοσε μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιϊκόν,ἔνθ' ἄρα ᾔδη», ὅ ἐστιν ἠπίστατο, «ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο, οὗ ὁ σχηματισμὸς κατὰ τὸ Πηληϊάδαο, ἣ δ' ἐκύει», ὅ ἐστιν ἐνεκυμόνει κατὰ γαστρὸς φέρουσα, «φίλον υἱόν, ὁ δ' ἕβδομος εἱστήκει μείς», Αἰολικῶς, ἤγουν μήν. «ἐκ 4.293 δ' ἄγαγε πρὸ φόωσδε καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας. αὐτὴ δ' ἀγγελέουσα», ἤγουν ἡ Ἥρα, «∆ία Κρονίωνα προσηύδα· Ζεῦ πάτερ, ἀργικέραυνε, ἔπος τί τοι», ἤγουν σοί, «ἐν φρεσὶ θήσω· ἤδη ἀνὴρ γέγον' ἐσθλός, ὃς Ἀργείοισιν ἀνάξει, Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο, σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν», οἷα δηλαδὴ κατηγμένῳ ἐκ σοῦ διὰ τὴν σήν ποτε ∆ανάην, ἐξ ἧς ὁ πατὴρ τούτου Περσεύς. «ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν. αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμου χωόμενος φρεσὶν ᾗσι καὶ ὄμοσε καρτερὸν ὅρκον, μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα αὖτις ἐλεύσεσθαι», ἤγουν ἐπανελθεῖν, «Ἄτην, ἣ πάντας ἀᾶται», ὡς καὶ προγέγραπται. «ὣς εἰπὼν ἔρριψεν ἄπ' οὐρανοῦ ἀστερόεντος χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων», ἤγουν ταχὺ κατέπεσεν εἰς γῆν, «τήν», ἤγουν διὰ ταύτην τὴν Ἄτην, «αἰεὶ στενάχεσχ', ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο», ἤγουν βλέποι, «ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων». (ῃ. 134-8) Εἶτα τοῦ μερικοῦ γινόμενος ὁ ῥήτωρ βασιλεύς, οὗ χάριν καὶ τὰ προγραφέντα ἐλάλησε, φησίν «ὣς καὶ ἐγών, ὅτε μέγας Ἕκτωρ Ἀργείους ὀλέεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν, οὐ δυνάμην λελαθέσθαι ἄτης, τὴν πρῶτον ἀάσθην. ἀλλ' ἐπεὶ ἀασάμην, καί μευ φρένας ἐξέλετο Ζεύς», ὃ πολλαχοῦ ἡρμήνευται, «ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα», τὰ ἐν ταῖς Λιταῖς δηλαδὴ ὑπεσχημένα. (ῃ. 139) Εἶτα καὶ ἀξιῶν,