(ῃ. 158) Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα ἐν τῷ «ὁμιλήσωσι φάλαγγες» πάνυ κυριολεκτεῖται τὸ ὁμιλεῖν. δηλοῖ γὰρ τὸ ὁμοῦ τὰς ἴλας γενέσθαι, (ῃ. 159) καὶ ὅτι τὸ «θεὸς ἐμπνεύσῃ μένος», ἀμφοτέροις τοῖς μέρεσι δηλαδή, ἰσότητα πολέμου δηλοῖ. ἐκ δὲ τούτου τοῦ ἐμπνέειν καὶ ἔμπνους ὁ ἔνθεος καὶ κάτοχος λέγεται. καὶ ταῦτα τὰ δύο τῶν ἀντιμάχων μένεα συμβάλλεσθαι λέγει ὁ ποιητὴς ἐν τῷ «σὺν δ' ἔβαλον ἔγχεα καὶ μένε ἀνδρῶν». [(ῃ. 160) Ἰστέον δὲ ὅτι ὁμωνύμου ὄντος τοῦ πάσασθαι τὸ μὲν Ὁμηρικόν, ὅπερ τὸ ἐμφαγεῖν δηλοῖ, ἐκ τοῦ πῶ, τὸ κτῶμαι, γίνεται, ἀφ' οὗ καὶ τὸ πῶυ, καὶ ὁ πολυπάμμων, ἤτοι πολυκτήμων. τοῦ δὲ κόνιν ἢ τέφραν καταπάσασθαι κεφαλῆς, ἀλλοίου ὄντος, τὸ θέμα πάσσειν ἐστίν, ἐξ οὗ γνωστοῦ καὶ αὐτοῦ ὄντος τῷ ποιητῇ καὶ κρέας ἁλίπαστον. μεταφορικῶς δὲ καὶ παστὸς ὁ νυμφικός, ὁ ἔχων πέπλους οἷς ἐμπάσσονται τρόπον τινὰ τὰ ἐπιπολῆς δαίδαλα ποικίλματα, κατὰ τὸ «πολέας δ' ἐνέπασσεν ἀέθλους». εἰ δὲ ἐκ τοῦ τοιούτου πάσσειν καὶ ὁ πάσσος, ἐθνικὴ αὕτη λέξις, γίνεται, τίς ἂν εἰδείη; ἔστι δέ, φασί, πάσσος οἶνος ἐξ ἀσταφίδων παρὰ Ῥωμαίοις, οὗ πίνειν γυναῖκας ἀπείρητο. χρῆσις δὲ πάσσου παρὰ Πολυβίῳ. Ἔτι ἰστέον καὶ ὅτι πάσασθαι οὐ τὸ εἰς κόρον φαγεῖν, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, 4.307 ἀλλὰ τὸ μόνον, φησίν, ἀπογεύσασθαι. οὕτω γὰρ σπλάγχν' ἐπάσαντο, ἀπογευσάμενοι μόνον ὡς ἂν ὀλίγον, εἶτα εὐωχηθέντες δαψιλῶς. δῆλον δὲ τὸ ῥηθὲν καὶ ἐκ Πριάμου, εἰπόντος παρὰ τῷ Ἀχιλλεῖ, ὡς νῦν καὶ σίτου πασάμην. οἰκεῖον γὰρ τῷ ἀτυχεῖ ἀπογεύσασθαι μόνον. εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πάθος. οἱ δὲ νεώτεροι, φησί, καὶ ἐπὶ τοῦ ἀποπληρωθῆναι τιθέασι τὸ «ἐπάσαντο».] (ῃ. 162) Τὸ δὲ «ἐς ἠέλιον καταδύντα» ἑρμηνεία τοῦ «πρόπαν ἦμαρ» ἐστίν. (ῃ. 163) Ἄκμηνος δὲ ὁ ἄγευστος καὶ νῆστις λέγεται. διὸ καὶ προϊὼν ἐρεῖ «νήστιας ἀκμήνους». Λέγεται δὲ οὕτως ἢ παρὰ τὴν ἀκμήν, ὅ ἐστιν ἀσιτίαν, Αἰολικῶς, ἢ ὡς μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου, ἢ οἱονεὶ ἀΐκμηνος, ἤτοι ξηρός, χωρὶς ἰκμάδος. (ῃ. 155) Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἔπος ὅλον ἀπαραποίητον οἰκεῖον ἔθετο ὁ ποιητής, τὸ «μηδ' οὕτως ἀγαθός περ ἐών», καὶ ἑξῆς. οὕτω γὰρ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται. Καὶ σημείωσαι ὅτι ἀγαθὸν καὶ ἐνταῦθα τὸν ἀνδρεῖον ἢ καὶ φρόνιμον λέγει. (ῃ. 166) Σκοπητέον δὲ καὶ νῦν τὸ «βλάβεται», ἀφ' οὗ ἡ βλάβη, καὶ ἀνακτέον αὐτὸ εἰς διφόρησιν. ἔστι γὰρ καὶ βλάβω καὶ βλάπτω. πρὸ ὀλίγου γὰρ ἡ Ἄτη «βλάπτουσ' ἀνθρώπους» ἐλέγετο. ἴσως δὲ [καὶ ὁ στρεβλὸς] καὶ ἡ καλύβη, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀπὸ τοιαύτης ὕλης παράγεται, [ὥσπερ καὶ ἡ ἀποκρυβή.] (ῃ. 167) Τὸ δὲ «οἴνου κορέσασθαι καὶ ἐδωδῆς» ἔχοι ἄν τι ὑπερβολῆς ἢ ἁπλότητος λόγου. πῶς γὰρ ὁ ἐν τῷ δειπνεῖν κορεσάμενος καὶ οἴνου καὶ ἐδωδῆς, καὶ οὕτω γενόμενος ἔμφορτος, ἐλαφρὸς ἂν εἴη μάχεσθαι, καὶ μᾶλλον, εἰ καὶ στερεοῖς ὅπλοις κατήχθισται; καὶ ἄλλως δέ, ὁ σπεύδων εἰς μάχην πῶς ἂν ὡς ἀδειάζων κορέσηται; [Πάσεται οὖν ὁ τοιοῦτος καὶ οἴνου καὶ σίτου, ὡς καὶ προεδηλώθη, οὐ μὴν κορέσεται.] ∆οκεῖ δὲ καὶ πάνυ δεινῶς ἐνταῦθα ῥητορεῦσαι ὁ ποιητής, ὡς ὁ μὲν κορεσάμενος ἀβαρὴς ἐν μάχῃ 4.308 ἐστίν, ὁ δὲ νῆστις γυῖα βαρύνεται. [(ῃ. 167 ετ 169) Ἰστέον δὲ ὅτι τὸ «ὃς δὲ κορεσσάμενος πολεμίζει, θαρσαλέον νύ οἱ ἦτορ» καινῶς ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες· ὃς δὲ μετὰ τροφὴν πολεμίζει, θαρσαλέον ἦτορ ἔχει. Ὡς δὲ ψεκτὸν τὸ πρὸ μάχης ἄχρι κόρου δεῖπνον, δηλοῖ καὶ Ἔφιππος, ὃς εἰπών, ὡς μεθύοντες ἀεὶ τὰς μάχας πάσας Ἀργεῖοι μάχονται, ἐπάγει «τοιγαροῦν φεύγουσ' ἀεί».] (ῃ. 171) Τὸ δὲ «λαὸν σκέδασον», ἐκ τῆς ἀγορᾶς δηλαδή, ὥστε λυθῆναι αὐτὴν αἰψηρὴν καὶ θοαῖς ἐπὶ νηυσὶ δειπνῆσαι. (ῃ. 172) Τὸ δὲ «ὅπλεσθαι» πρωτότυπόν ἐστι τοῦ ὁπλίζεσθαι, ὡς καὶ τὸ ἐτείχεον τὸν ἰσθμὸν παρὰ Ἡροδότῳ πρωτοτυπία τοῦ τειχίζειν ἐστίν. (ῃ. 172-4) Ὅτι καὶ περὶ τῶν δώρων παραινῶν Ὀδυσσεύς φησι· τὰ δὲ δῶρα ὁ βασιλεὺς «οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν ἴδωσι». τοῦτο δὲ λέγει, οὐχ' ἵνα μὴ Ἀχιλλεὺς ὕστερον εἴπῃ μὴ λαβεῖν, ἀλλ' ἵνα μὴ πάνυ πολλὴν χάριν εἰδεῖεν οἱ Ἕλληνες τῷ Ἀχιλλεῖ, ὡς καὶ ἐπὶ δώροις ἰδοὺ μαχομένῳ, καὶ ἵνα ὄφλωσι τῷ βασιλεῖ εὐγνωμοσύνην, ὡς μὴ φιλοκτεάνῳ,