οἱ ἥρωες ἐπετήδευον τὴν αὐτοδιακονίαν ἐκδηλότατόν ἐστιν. ἐκαλλωπίζοντο γάρ, φασί, τῇ καὶ ἐν τοῖς τοιούτοις εὐστροφίᾳ. Πάτροκλος οὖν καὶ Ἀχιλλεὺς καὶ Αὐτομέδων τοῖς πρέσβεσιν ἐν ταῖς Λιταῖς πάντα εὐτρέπισαν, καὶ Μενελάου τελοῦντος γάμους ὁ νυμφίος οἰνοχοῶν ἦν. καὶ Ὀδυσσεὺς δέ που δαιτρεῦσαι καὶ ὀπτῆσαι καὶ τὰ ἑξῆς δεξιώτατος εἶναί φησιν.] (ῃ. 198-214) Ὅτι τοῦ βασιλέως εἰπόντος, ἃ προσεχῶς εἶπε, τοῦ δὲ Ὀδυσσέως ἀναθέντος ἤδη τῷ Ἀχιλλεῖ ὡς πολεμικῷ τὰ τῆς μάχης καὶ εἰπόντος «ἀλλ' ἄγε, λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι», ὁ Ἀχιλλεὺς ἄλλον μὲν εἶναί φησι καιρὸν τῶν τε ἄλλων καὶ τοῦ ἐς βρωτὺν ὀτρύνειν, ἤγουν εἰς δεῖπνον. «νῦν δέ», φησίν, «ἀνώγοιμι πολεμίζειν υἷας Ἀχαιῶν νήστιας, ἀκμήνους, ἅμα δ' ἡλίῳ καταδύντι τεύξεσθαι μέγα δόρπον, ἐπὴν τισαίμεθα λώβην», ἣν δηλαδὴ ὀφείλουσιν ἡμῖν οἱ Τρῶες. «πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη», ὅ ἐστι πορευθείη, πεμφθείη, «οὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνειῶτος, ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι μύρονται. τό», ἤγουν διό, «μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν», ἤτοι δῶρα καὶ γυναῖκες καὶ ὅρκος καὶ δεῖπνον, «ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν». ὡς ἀληθεύει ἐνταῦθα ἐπ' αὐτῷ τὸ «αἰεὶ γάρ τοι ἔρις τε φίλη» καὶ ἑξῆς, ὃ φθάσας ὁ βασιλεὺς ἔσκωψε κατ' αὐτοῦ. καὶ οὕτω μὲν ὁ Ἀχιλλεὺς συμπαρατείνων ἑαυτῷ εἰς καρτερίαν καὶ τοὺς Ἀχαιοὺς ὡς πολέμαρχος, ἀντερεῖ δὲ Ὀδυσσεὺς κατωτέρω ἄριστα. (ῃ. 199-5) Ἰστέον δὲ ὅτι χρήσιμα τοῖς γράφουσι καί, ἃ πρὸ τούτων κεῖνται τῷ Ἀχιλλεῖ, εἰπόντι «Ἀτρείδη, ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται καὶ μένος οὐ τόσον ᾖσιν», ὅ ἐστιν ὑπάρχει, «ἐνὶ στήθεσσιν ἐμοῖσι. νῦν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασεν Ἕκτωρ, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν», εὐτυχοῦντι δηλαδή, «ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον», καὶ ἑξῆς, τὰ προγραφέντα. Ἐν τούτοις δὲ πᾶσιν ἀποδέχεται μὲν ὁ ἥρως τὰ τοῦ βασιλέως καὶ τοῦ Ὀδυσσέως, παρακαίρια δὲ αὐτὰ εἶναι κρίνει. (ῃ. 1 ς.) Ἔστι δ' ἐν 4.314 τούτοις μεταπαυσωλή μὲν συνθέτως ἡ παῦσις, ἣν ἀλλαχοῦ ἔφη ἀνάπνευσιν Ὅμηρος, μένος δὲ θυμὸς ἀκμάζων ἄρτι μάλιστα ἐν τῷ ἥρωϊ. (ῃ. 5) Ἡ δὲ βρωτύς Ἰώνων ἐστὶ σχηματισμός, ὡς καὶ ἡ ἐδητὺς καὶ ἡ ὀτρυντύς, ἤτοι ὁ ἐρεθισμὸς ὁ ἐκ τοῦ παροτρύνειν, καὶ ἡ κτιστύς, ἤτοι ἡ τοῦ κτιζομένου ποίησις, κτιστὺν γοῦν Μιλήτου φησὶν Ἡρόδοτος. [Ἡ μέντοι βρῶσις κοινόν ἐστιν. Ἀστείως δὲ ὁ Ἀχιλλεὺς τὸ πρὸ τῆς μάχης δεῖπνον εἰς βρωτὺν καὶ βρῶσιν μετέλαβε, καὶ ἴσως καθάπτεται τοῦ Ὀδυσσέως, ἐφ' οἷς πρὸ τῆς μάχης κορέσασθαι συνεβούλευσεν οἴνου καὶ ἐδωδῆς.] Τὸ δὲ «ὀτρύνετον» ἔχει τι βάρος τῷ ἥρωϊ, ἀχθομένῳ εἰ μόνοι οὗτοι δύο, ὁ βασιλεὺς καὶ Ὀδυσσεύς, ἐπέχουσι τῆς μάχης αὐτόν. Ὅρα δὲ ὅτι πρὸ μικροῦ μὲν ἰδίᾳ εἶπεν Ὀδυσσεὺς τὸ νήστιας καὶ ἰδίᾳ τὸ ἀκμήνους, ἐνταῦθα δὲ Ἀχιλλεὺς ὁμοῦ τὰ δύο ἀσυνδέτως παρέθετο, προϊὼν δὲ ἐρεῖ «ἄκμηνος καὶ ἄπαστος», ὡς εἶναι ταὐτὸν κατὰ πολυωνυμίαν τὸ νῆστις, ἄκμηνος, ἄπαστος, ὃν καὶ ἀπόπαστον λέγει ὁ Ὀππιανός. (ῃ. 7) Ἰστέον δὲ ὅτι ὁμώνυμον ὄνομα καὶ τὸ νῆστις. λέγεται γὰρ νῆστις καί τι μεταξύ, φασί, κοιλίας καὶ στομάχου ἔντερον. καὶ Σικελικὴ δέ τις, φασί, θεὸς Νῆστις ἐλέγετο. Σημείωσαι δὲ καὶ ὅπως ἔδειξε φανερῶς, τί ἐστι δόρπον, εἰπὼν «ἅμα δ' ἠελίῳ καταδύντι τεύξεσθαι δόρπον». (ῃ. 8) Οὐδετέρως δὲ εἶπε. φησὶ γὰρ «μέγα δόρπον», τοῦτο δὲ ὡς πρὸς τὸ δεῖπνον διαστέλλει. αὐτὸ γὰρ οὐ μέγα διὰ τὴν σπουδὴν τὴν εἰς τὸν πόλεμον. τὸ μέντοι δόρπον μέγα γίνεται διὰ τὴν ἄδειαν. [Καὶ ἔστι καὶ αὐτὸ σκωπτικὸν τοῦ «κορεσσάμενος πολεμίζῃ», ὡς μὴ δέον ὂν κατὰ τὸν λόγον τοῦ Ὀδυσσέως ἐν δείπνῳ μικρῷ τῷ πρὸ μάχης κορέσασθαι, ἀλλ' ὕστερον ἐν ἀδείᾳ δόρπου. ἔχει δὲ ὁ λόγος καὶ σεμνότητα ἡρωϊκήν, οἷα σήμερον πρὸς ἑσπέραν ἀδειάσοντος τοῦ Ἀχαιϊκοῦ στρατοῦ εἰς τὸ τεύξεσθαι μέγα 4.315 δόρπον.] (ῃ. 9) Φίλος δὲ λαιμός, ὡς καὶ φίλαι χεῖρες καὶ ἕτερα προσεσημειωμένα. (ῃ. 210) Ἐν δὲ τῷ «οὐ πόσις οὐδὲ βρῶσις» προέθετο, ὡς καὶ ἐν ἄλλοις, τὴν πόσιν τῆς βρώσεως, οὕτω ποιῶν