πεισθείη τῷ εὐλογήσαντι. Σημείωσαι δὲ καὶ ὅπως δυσὶ τόποις ὁ ποιητὴς τὰς αὐτὰς ἐννοίας ἀνεπισφαλῶς ἐμέρισεν, ἤγουν τὴν Ἀχιλλέως εἰς μάχην σπουδὴν δίχα δείπνου καὶ τὴν Ὀδυσσέως ἀντιλογίαν. αἴτιος δὲ ὁ Ἀχιλλεύς, οὕτω μάλα εἰς μάχην ἐνθουσιῶν. Ὅρα δὲ καὶ ὡς ἐν μὲν τῇ βῆτα ῥαψῳδίᾳ ὑπὸ Νέστορος Ὀδυσσεὺς ἥττηται, κρατηθεὶς τὸν περὶ τὰς αὐτὰς ἐννοίας ἀγῶνα, ἐνταῦθα δὲ αὐτὸς ἑαυτὸν παρευδοκιμεῖ, ἀμείνω τὴν δευτέραν δημηγορίαν καὶ στρυφνοτέραν ἐκθέμενος, φιλοτιμησάμενος τοῦτο, ἵνα μὴ τὸν οἰκεῖον ἀπελέγξῃ ἔπαινον. (ῃ. 216-7) Ἔτι ὅρα καὶ ὅτι Ἀχαιῶν μὲν φέρτατον τὸν Ἀχιλλέα εἶπεν, ἑαυτοῦ δὲ φέρτερον οὐκ ὀλίγον, οὐ μὴν φέρτατον. τοῦτο δὲ καὶ Νέστωρ ἂν εἴποι πρὸς τὸν Ἀχιλλέα, καὶ ἕτεροι δὲ τυχόν, ὥστε τὸ «φέρτατος Ἀχαιῶν» ἐπαγωγότερον εἴρηται πρὸς χάριν, καὶ οὐκ εἰς τὸ πᾶν πρὸς ἀλήθειαν. (ῃ. 217) Τὸ δὲ «κρείσσων εἷς ἐμοῦ» δηλοῖ μὲν τὸ ὑπάρχεις, ὡς καὶ ἐν τῷ «τίς πόθεν εἶς ἀνδρῶν»; γίνεται δὲ ἐκ τοῦ εἰμί τροπῇ τῆς ˉμˉι εἰς σίγμα. [Κρείσσων δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, ὁ καθ' ὑπεροχὴν ὑπερφέρων, καὶ οὗπερ οὐκ ἂν περιγένοιτό τις ἕτερος.] (ῃ. 218 ς.) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα ἐν τῷ 4.318 «νοήματι προβαλοίημν πολλόν, ἐπεὶ πρότερος γενόμην» ἀποσπῶσί τινες τὸ «πολλόν» ἐκ τοῦ «προβαλοίμην», καὶ προσάγουσι τοῖς ἑξῆς, λέγοντες «νοήματι προβαλοίμην», καὶ ἐνταῦθα στίζοντες, εἶτα ἐπάγοντες «πολλὸν ἐπεὶ πρότερος ἐγενόμην», ἵνα λέγῃ ὅτι πολὺ εἰμί σου πρότερος, καὶ μὴ οὕτως ὑπεραίρηται τοῦ Ἀχιλλέως ὡς κατὰ πολὺ ὑπερβάλλων νοήματι. οἱ μέντοι παλαιοί, ψυχρότητα αἰτιώμενοι τούτου τοῦ λόγου, λέγουσι καὶ ὅτι τὸ πολλόν οὐ προτάσσεσθαι λόγων, ἀλλ' ὑποτάσσεσθαι εἴωθεν, οἷον «ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν», καὶ «ἐπεὶ μάλα πολλὰ μεταξύ», καὶ ἐπὶ Ἕκτορος καὶ Πολυδάμαντος «ὃ μὲν μύθοις, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα». (ῃ. 221-4) Ἐπὶ δὲ τοῖς ῥηθεῖσι δεικνὺς Ὀδυσσεὺς ὡς πάνυ καλῶς νοεῖ, ἀκολούθως δὲ καὶ φράζει, στρυφνοῖ τὰ ἐφεξῆς τοῦ λόγου ἐν σχήματι ῥητορικῆς ἀλληγορίας καὶ γνώμης ἀλληγορικῆς οὕτω «αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται», ὡς καὶ ἀλλαχοῦ κεῖται. μεταβὰς γὰρ ἀπὸ τῆς φυλόπιδος λαλεῖ μὲν ὡς περὶ θερισμοῦ ὁ ποιητής, ἀγορεύει δὲ ὅμως ἄλλο τι, τὰ περὶ τῆς αὐτῆς μάχης δηλαδή. ὃ δὲ λέγει, ἔστι τοιοῦτον· ταχὺ γίνεται κόρος τῆς πάνυ σφοδρᾶς φυλόπιδος, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων λαὸς ἐν μάχης τροπῇ, ὀλίγοι δὲ οἱ σῳζόμενοι, ἵνα νοῆται καλάμη μὲν οἱ πίπτοντες καὶ οἷον ἐκθεριζόμενοι, ἄμητος δὲ οἱ περιόντες καὶ ἔτι ζῶντες. ἢ καὶ ἄλλως πλατύτερον καὶ σαφέστερον καὶ κρεῖττον, ἐπεὶ ἄμητος μὲν ὁ καιρὸς τοῦ ἀμᾶν, ἀμητὸς δὲ ὀξυτόνως αὐτὴ ἡ τοῦ ἀμᾶν ἐνέργεια καὶ ὁ τεθερισμένος καρπός, εἰ μὲν ἄμητος προπαροξυτόνως γράψομεν, λέγοι ἂν ὁ Ὀδυσσεύς, οὕτω τροπῆς γενομένης- τοῦτο γὰρ ἡ κλίσις τῶν ταλάντων δηλοῖ-πολλὴ μὲν πεσεῖται καλάμη, ὅ ἐστι σώματα, ἄμητος δέ, ὅ ἐστι καιρὸς τοῦ ἀμᾶν καὶ διώκειν καὶ ἀναιρεῖν, ὀλίγος 4.319 ἔσται. οἱ γὰρ διώκοντες καὶ θερίζοντες ταχὺ κορέννυνται διὰ τὸν λιμόν. ἵνα λέγῃ, ὅτι ἐὰν οὐ προδειπνήσωμεν, ὀλίγον καιρὸν διώξαντες καὶ πολλὰ πολεμίων καταβαλόντες σώματα, ταχὺ κορεσθησόμεθα τοῦ διώκειν. ἢ καὶ ἄλλως εἰπεῖν τὸ αὐτὸ συντομώτερον καὶ σαφέστερον, αἶψα γίνεται κόρος τῆς μάχης, ἧς κλιθείσης ἐν ὀλίγῳ χρόνῳ πολλοὶ πίπτουσι. δεῖ οὖν τηνικαῦτα μὴ λιμώττειν τοὺς μαχητάς. καὶ οὕτω μέν, ἐὰν ὁ ἄμητος προπαροξύνηται. ἐὰν δὲ ὁ ἀμητὸς ὀξυτόνως γράφηται καὶ δηλοῖ τὸν θερισμόν, λέγει ὅτι σύντομος ὁ κόρος τῆς μάχης, ἐν ᾗ πολλοί εἰσιν οἱ ἀναιρούμενοι καὶ ἐκθεριζόμενοι ὡσεὶ καὶ καλάμη πίπτουσα. καὶ ὁ τοιοῦτος θερισμὸς ὀλίγος ἐστίν, ὡς ταχὺ ἀποκαμνόντων τῶν τοιούτων θεριστῶν διὰ τὸν λιμόν. πότε δὲ τοιοῦτος θερισμὸς γίνεται; οὐχ' ὅτε ἀμφοτέροις ἐμπνέει μένος ὁ θεός, ὡς πρὸ μικροῦ εἶπε, καὶ ὅτε ἐπὶ ἴσα τέταται μάχη, καὶ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχουσι τὰ στρατεύματα, τότε γὰρ πανημέριος ὁ πόλεμος, [ἐπεὶ «οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις», καθὰ