προερρέθη, «εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ἀνδρῶν», καὶ οὔπω δηλαδὴ κλιθῇ τὰ τῆς μάχης,] ἀλλ' ἐπειδάν, φησί, κλίνῃ τάλαντα Ζεύς. ἡ γὰρ πολλὴ τῶν ζώντων ἐκθέρισις καὶ τοσαύτη τῶν νεκρῶν πτῶσις, καὶ οὕτως αἶψα γινομένη, ἐν μετακλίσει μάχης γίνεται, ὅτε καὶ δεῖ μὴ λιμῷ βλάπτεσθαι τοὺς νικῶντας, ὡς ἂν εὐτόνως διώκωσιν. Ἰστέον δὲ ὅτι αὔξεται ἐνταῦθα τὸ τῶν Τρώων φιλόμαχον. εἰ γὰρ αἶψα πέλεται κόρος τῆς σφοδρᾶς μάχης, τίνες ἂν εἶεν οἱ Τρῶες, οὓς μάχης ἀκορήτους εἶπε φθάσας. (ῃ. 222) Σημείωσαι δὲ καὶ ὅτι καλάμην ἐνταῦθα μὲν ἐπὶ σώματος ἀνθρωπείου πεσόντος ἔφη μεταφορικῶς, ἐν Ὀδυσσείᾳ δὲ τὸ ὑπὸ γήρως ἤδη διεφθαρμένον σῶμα καλάμην ὠνόμασε. κυρίως δὲ καλάμαι αἱ τῶν δραγμάτων ῥῖζαι, οὐκέτι καλούμεναι στάχυες μετὰ τὸν θερισμόν, ὅτι μηδὲ σῖτον ἔχουσιν, ὅθεν ὁ στάχυς ἐτυμολογεῖται ὡς οἷον σίταχυς, ἀλλὰ καλάμοις παρονο 4.3 μαζόμεναι δι' ὁμοιότητα. καλεῖ δὲ τὴν καλάμην ὁ πολὺς ἄνθρωπος καλαμαίαν, ὡς καὶ ἡ σελήνη σεληναία λέγεται. ἀπὸ δὲ τῆς ῥηθείσης καλάμης καὶ καλαμᾶσθαι τὸ συλλέγειν τὰ λείψανα τῶν τεθερισμένων, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, καὶ καλαμαῖον, φασί, τεττίγιον ἐλάχιστον, καὶ καλάμιον, χρυσοῦν κοσμάριον, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ὁ τοὺς πλοκάμους περιέχει. αὐτὸ δὲ ἴσως οὐκ ἐκ τῆς καλάμης ἀλλ' ἐκ καλάμου παρωνόμασται. καὶ τὸ ἁπλῶς δέ, φασί, θερίζειν ἀπὸ τῆς αὐτῆς καλάμης καλαμᾶσθαι λέγεται. (ῃ. 223) Τὸ δὲ «ἐπειδὰν κλίνῃ τάλαντα Ζεύς» ἐπιτομή ἐστιν ἐκείνου τοῦ νοήματος, ἔνθα τὸν ∆ία κῆρας ἐντιθέντα πλάστιγξι καὶ ταλαντεύοντα παρεισήγαγε. δῆλον γὰρ, ὅτι ῥοπὴν δηλοῖ τῶν ταλάντων ἡ κλίσις. ἡ δὲ ῥοπὴ ἀπὸ βάρους, ὅπερ καταφέρει τὰς πλάστιγγας. Κῆρες ἄρα κἀνταῦθα νοοῦνται τοῦδε ἢ τοῦδε τοῦ μέρους καθέλκουσαι καὶ κλίνουσαι τὰ τοῦ ∆ιός, ἤτοι τῆς εἱμαρμένης, τάλαντα. Ὅρα οὖν ὅπως ἐκεῖνο τὸ νόημα συντόμως νῦν συνέστρεψεν, ὡς πρὸς εἰδότας λαλῶν. τὸ ταχὺ δὲ πάντως καὶ ὅπῃ τύχῃ ὀξύρροπον καὶ ἄδηλον τοῦ πολέμου ἡ τῶν ταλάντων χρῆσις καὶ κλίσις παραδηλοῖ. καὶ τοιάδε μὲν τὰ τῆς ῥηθείσης γνώμης [πάνυ στρυφνῶς ἐπιτετμημένης, ὡς ὁ πολύνους ῥήτωρ ἐπέκρινεν, ἵνα ἐμφήνῃ, ὡς τοσοῦτον ἀποδέει τοῦ ἐθέλειν χρονοτριβεῖν εἰς κόρον δείπνου, ὥστε καὶ αὐτὴν τὴν δημηγορικὴν φράσιν συντέμνειν πρός τε σπουδὴν καὶ πρὸς ἔνδειξιν τοῦ νοήματι, ὡς ἐρρέθη, προβάλλεσθαι.] (ῃ. 225) Ὀδυσσεὺς δὲ καὶ ταῦτα πρὸς τὸν Ἀχιλλέα φησὶ «γαστρὶ δ' οὔ πως ἔστιν νέκυν πενθῆσαι Ἀχαιούς», ἤτοι πιεσμῷ γαστρὸς καὶ ἀσιτίᾳ. (ῃ. 226 ς.) Καὶ τὴν αἰτίαν ἐπάγων φησὶ «λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσι. πότε κέν τις ἀναπνεύσειε πόνοιο»; ὥστε καθ' ἑκάστην ἐκροτοῦντο μάχαι. (ῃ. 228-32) Εἶτα ἐπάγει τὸ ἀνθρωπίνως ποιητέον, λέγων «ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν, νηλέα θυμὸν ἔχοντας, ἐπ' ἤματι δακρύσαντας. ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται», ἤγουν παραλειφθῶσιν ἐκ μάχης, «μεμνῆσθαι πόσιος καὶ ἐδητύος, 4.321 ὄφρ' ἔτι μάλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί», ὃ πολλαχοῦ τέθειται, μένος ἔχοντες ἐντεῦθεν δηλαδὴ καὶ ἀλκήν, ὡς πρὸ ὀλίγων ἐρρέθη. [(ῃ. 231) Καὶ σημείωσαι καὶ ἐνταῦθα καὶ ἐκεῖ, ὅτι τῷ οἴνῳ καὶ τῷ σίτῳ, εἴτ' οὖν τῇ ἐδητύϊ καὶ τῇ ἐδωδῇ, ἐνθεωρεῖ ὁ ποιητὴς τὴν κατὰ σῶμα ὠφέλειαν. Οἶνος γάρ, φασίν, ἄμικτος ὢν στερεμνίῳ, βλάπτει καὶ ἀπογυιοῖ, κατὰ τὸν Ἕκτορα, εἰπεῖν, καὶ ἀλκῆς λανθάνεσθαι ποιεῖ. διὸ καὶ τοῖς καρδιακοῖς μετὰ οἴνου σιτῶδές τι ἀναμίσγεται πρὸς κατοχὴν δυνάμεως, καὶ τῷ Μαχάονι δὲ μετὰ ἀλφίτου καὶ τυροῦ οἶνος ἀναμιγεὶς προσήνεκτο.] (ῃ. 232) Ὅρα δὲ καὶ τὸ «μαχώμεθα». καὶ ἑαυτὸν γὰρ συνεισάγει ὁ ῥήτωρ, ὡς καὶ αὐτὸς δειπνήσων, ἵνα καὶ τὸν Ἀχιλλέα εἰς τοῦτο προκαλέσηται, εἰ καὶ ἐκεῖνος οὐ πείθεται, [ἀλλὰ γαστέρι τὸν νέκυν πενθεῖ, ὃ δὴ ἔσκωψεν Ὀδυσσεὺς γνωμικώτερον. (ῃ. 225) Ἰστέον γὰρ ὅτι τὸ «γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς» γνωμικόν ἐστιν ὑπεξῃρημένου τοῦ «Ἀχαιούς», ὡς μὴ δέον ὂν τοὺς ἐν μάχῃ συχνῶς πίπτοντας ἀσιτίᾳ πενθεῖσθαι ὑπὸ στρατιωτῶν, οὓς ἡ τροφὴ συνέχει καὶ ἡ τοῦ σώματος ἐπιμέλεια. Ἔνθα ὅρα τὸ «γαστέρι δ' οὔ πως ἔστι»,