ἑαυτοῦ, «ἐν ἔντεσι δῖος Ἀχιλλεύς, 4.346 εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα», ἤτοι ἐὰν συνάλλεσθαι τοῖς ὅπλοις δύνηται. (ῃ. 386) Τῷ δέ, καίτοι γε βαρείας ὕλης ὄντα, ὅμως «εὖτε», ἤγουν καθάπερ, «πτερὰ γίνετο». πῶς, ὦ ποιητά, ὡς πτερὰ ἐγίνοντο; ἆρά γε ἀβαρῆ φαινόμενα; ναί, φησί, καὶ διὰ τοῦτο μέν, μάλιστα δέ, ἵνα ᾖ τερατωδέστερος ὁ λόγος, διὰ τὸ αἴρειν καὶ κουφίζειν τὸν ἥρωα ὡς ἐὰν καί τι πτερωτὸν τὰ πτερὰ τῇ φυσικῇ ἁρμονίᾳ. διὸ καὶ ἐπάγει, ἄειρε δὲ ποιμένα λαῶν, τῆς συμμετρίας, ὡς οἱ παλαιοί φασι, κοῦφα ποιούσης αὐτά, ὡς φέρειν μάλλον ἢ φέρεσθαι. μονονουχὶ τοίνυν λέγει ὡς χωρὶς τῶν ἀειρόντων τούτων ὅπλων οὐδ' ἂν ἔχοι κινηθῆναι εἰς μάχην ῥᾳδίως, ὡς οὐδὲ πτηνὸν ἄνευ πτερῶν. (ῃ. 387-91) Εἶτα ἐξεσπάσατο, φησί, τῆς σύριγγος Ἀχιλλεὺς «πατρῷον ἔγχος, βριθύ, μέγα, στιβαρόν», ὃ οὐκ ἠδύνατο ἄλλος πάλλειν, καὶ τὰ ἑξῆς, ὡς καὶ ἐν τῇ πῖ ῥαψῳδίᾳ εἴρηται. ἔστι δὲ καὶ ὧδε συλλογισμὸς Ὁμηρικός. συνακτέον γὰρ ἀνδρειότατον εἶναι καὶ τὸν Πηλέα, ὃς μόνος ἐκίνει τὴν μελίαν ταύτην λαβὼν δῶρον παρὰ Χείρωνος καὶ χρησάμενος ἐν νεότητι καθῆκεν εἰς διαδοχὴν τῷ Ἀχιλλεῖ. (ῃ. 387) Σύριγξ δὲ ὀπή τις ἐπιμήκης δοράτων φυλακτική, ἡ καὶ δουροδόκη. Σημείωσαι δὲ τὴν ὁμωνυμίαν τῆς σύριγγος. οὐ μόνον γὰρ σύριγξ ποιμενική, ἔτι δὲ καὶ ποδὸς ἕλκος, ὡς ὁ Θεόκριτος, καὶ ἐκ πόλεως κρυπτὸς ὑπόνομος κατάγων εἰς ὕδωρ, ἀλλ' ἰδοὺ καὶ αὕτη σύριγξ δουρατοδόχος. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ὑπόνομος, ὁ καὶ ἔμβολος, συντεθεὶς ποιεῖ μὲν συριγγέμβολον, συγκοπεὶς δὲ διὰ τὸ δύσφωνον λέγεται τοῖς κοινολεκτοῦσι συρέμβολος, καθὰ καὶ τὸ τετράδραχμον τέτραχμον εὕρηται, καὶ ἄλλα δὲ ὁμοίως. οὕτω δὲ καὶ τὸν Ἀλκιμέδοντα κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν τὸν ἡνίοχον τοῦ Αὐτομέδοντος Ἄλκιμον ἐνταῦθα 4.347 εἶπε συγκόψας ὁ ποιητής. ἐρεῖ δὲ τὴν λέξιν οὕτω καὶ ἐν τοῖς ἑξῆς. (ῃ. 392 ς.) Φησὶ γὰρ «ἵππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφέποντες ζεύγνυον». ἴσως δὲ οὐ συνέκοψεν, ἀλλὰ διωνυμίαν ἐνέφηνε. δοκεῖ δὲ ἄλλως καὶ ὀκνῆσαι κάλλος νῦν περιθέσθαι τῇ φράσει διὰ τοῦ εἰπεῖν Αὐτομέδων τε καὶ Ἀλκιμέδων. (ῃ. 393 ς.) Εἶτα ἐπάγει «ἀμφὶ δὲ καλὰ λέπαδν' ἔσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇσιν ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον». ἐν οἷς λέπαδνα μὲν συνήθως οἱ καθιέμενοι κατὰ τῶν ἱππείων τραχήλων στήθειοι ἱμάντες, ὥς φασιν οἱ παλαιοί, ἀπὸ τοῦ λέπω, τὸ λεπίζω, πλατεῖς γάρ εἰσι. τινὲς δέ, ὡς καὶ αὐτὸ προείρηται, τοὺς τῶν ἵππων μασχαλιστῆρας οὕτω καλεῖσθαί φασι. Χαλινοὶ δὲ τὰ ἡνία, ἢ μάλλον ἄλλως, τὸ μὲν ἐντιθέμενον τῷ στόματι τοῦ ζῴου χαλινὸν λέγει, τοὺς δὲ ὀπίσω κατατεινομένους ῥυτῆρας ἡνία, παρὰ τὸ ἑνοῦν τοὺς ἵππους τοὺς ὑπὸ τῷ ἅρματι. Τὸ δὲ «ἔσαν» οὐ δασύνεταί ποθεν ἀλλὰ ψιλοῦται, δηλοῦν τὸ ἦσαν. (ῃ. 395-7) Ὅτι ἐν τῷ «ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ' ἵπποιϊν ἀνόρουσεν Αὐτομέδων» δηλοῖ χρῆναι καὶ ἡνιοχικῇ μάστιγι συμμετρίαν εἶναι, ὡς μήτε λεπτὴν μήτ' αὖ παχεῖαν εἶναι ὑπὲρ τὸ μέτρον, ἀλλὰ εὐάρμοστον τῇ χειρί. (ῃ. 397) Ὅτι τὸ «ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεύς», εἰς τὸ ἅρμα δηλαδή, τὸν παραιβάτην σαφῶς ἑρμηνεύει. ἔστι δὲ καὶ νῦν τὸ ὄπιθεν δίχα τοῦ σίγμα ἐξ ἀποβολῆς διὰ μέτρον. (ῃ. 398) Εἶτα ἐξαίρων διὰ παραβολῆς τὸν Ἀχιλλέα φησὶ· «τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων», ἤγουν ὡς ἥλιος ἀκάμας, μὴ εἰδὼς λέκτρον, ἀλλ' ἀκοιμήτως εἰλούμενος, ἢ μὴ ἐῶν ἡμᾶς λέγεσθαι, ἤγουν κοιμᾶσθαι. Σημείωσαι δὲ ὅτι 4.348 εὐτάκτως εἰς τὴν παραβολὴν ταύτην ἦλθεν ὁ ποιητής. εἰ γὰρ ὁ θώραξ τῷ Ἀχιλλεῖ φαεινότερος αὐγῆς πυρός, τὸ δὲ σέλας τοῦ σάκους ἦν ἠΰτε μήνης, καὶ ἡ κόρυς δὲ ἀπέλαμπεν ὡς ἀστήρ, αὐτὸς ὁ τὴν τοιαύτην πανοπλίαν ἔχων ἡλίῳ ἂν ἀκολούθως ἀπεικασθείη διὰ τὸ πολυσυγκρότητον τῆς λαμπρότητος. Ὅρα δὲ καὶ ὅτι τὰς λαμπρὰς ταύτας παραβολὰς συντομώτατα ἔφρασε, φυλάσσων οὕτω μάλλον αὐταῖς τὸ σεμνόν. Σημείωσαι δὲ καὶ ὅτι σαφέστερον τοῦ προρρηθέντος που «ὥς τ' ἠλέκτωρ ἐβεβήκει» τὸ «ὡς ἠλέκτωρ Ὑπερίων». ἐκεῖνο γὰρ εἶχέ τι ἀμφιβολίας, ὡς προδεδήλωται. Περὶ δὲ Ὑπερίονος ἐρρέθη καὶ ἐν Ὀδυσσείᾳ. νῦν δὲ συντομώτερον