φυσικὸν ἐλάττωμα, τὸ χωλεύειν, ἀναπληροῖ βλεμεαίνων σθένεϊ. τοιοῦτον καὶ τὸ «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί». ἐλάττωμα μὲν γὰρ τὸ ἀραιαί, ἀρετὴ δὲ τὸ ῥώεσθαι, ἤγουν ἐρρωμένως κινεῖσθαι. (ῃ. 36) Βλεμεαίνειν δὲ καὶ νῦν ἢ τὸ ἀποβλέπεσθαι καὶ περίβλεπτον εἶναι, ἢ τὸ δεινοῦσθαι καὶ ἀγριοῦσθαι κατὰ 4.363 λέοντα ἐκφοβοῦντα βλέμματι καὶ ὄψεως βλοσυρότητι, ἢ κατὰ τοὺς παλαιοὺς τὸ 4.363 βρέμειν, ἐναλλαγῇ ἀμεταβόλου εἰς ἀμετάβολον. (ῃ. 38) Κορυθαιόλος δὲ οὐ μόνον ὁ Ἕκτωρ πολλαχοῦ, ἀλλὰ καὶ ὁ Ἄρης ἐνταῦθα. Ἰστέον δὲ καὶ ὅτιφιλοτιμεῖται κἀνταῦθα τοῖς ἐπιθέτοις ὁ ποιητὴς κατ' ἰδέαν γλυκύτητος τοὺς πλείους τῶν θεῶν μετὰ ἐπιθέτων προαγαγών· Παλλὰς Ἀθήνη, Ποσειδάων γαιήοχος, ἐριούνης Ἑρμείας, Ἄρης κορυθαιόλος, Φοῖβος ἀκερσεκόμης, Ἄρτεμις ἰοχέαιρα, φιλομειδὴς Ἀφροδίτη. ἠξίωσε δὲ καὶ ἔτι πλείονος λόγου τὸν Ἑρμῆν καὶ τὸν Ἥφαιστον, τὸν μὲν εἰπὼν φρεσὶ πευκαλίμαις κεκοσμῆσθαι, ἤτοι πυκιναῖς, συνεταῖς, τὸν δὲ σθένεϊ βλεμεαίνειν καὶ ἐρρωμένως τὰς κνήμας κινεῖν. τὴν μέντοι Λητὼ καὶ τὸν Ξάνθον ἐπιθέτων δίχα προήγαγεν, ἵνα μὴ ὁμοειδῶς διὰ πάντων χωρῇ. (ῃ. 39) Ὅρα δὲ ὡς, εἰ καὶ ταὐτὸν ἀκερσεκόμην εἰπεῖν καὶ καρηκομόωντα, ὅμως οὐκ ἠθέλησε τὸν Ἀπόλλωνα καρηκομόωντα εἰπεῖν, ὡς ἀνθρώποις ἀπονείμας ἐκεῖνο, οἳ τρέφοντες κόμην ἐκείροντό ποτε αὐτήν, καὶ οὐ μόνον ἐπὶ πένθει, ὅπερ ἐπὶ Πατρόκλῳ γίνεται, ἀλλὰ καὶ ἄλλως ἐπὶ ἀνατροφῇ. πλόκαμος γὰρ κούριμος ὁ μέν τις ἦν κατὰ τὸν εἰπόντα θρεπτήριος, ὁ δὲ θρηνητήριος. οἱ γοῦν, ὡς ἐρρέθη, κειρόμενοι οὐκ ἂν εἶεν ἀκερσεκόμαι. εἰ δὲ καὶ ἐπὶ ἀφανισμοῦ ποτε τὸ κείρειν λαμβάνεται, ὡς προδεδήλωται, καλῶς καὶ οὕτως Ἀπόλλων μὲν εἴη ἂν ἀκερσεκόμης, ἄνθρωποι δὲ οὔ. (ῃ. 42-6) Ὅτι «Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ' Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, δειδιότας ὅθ' ὁρῶντο», ἤγουν ἔβλεπον, «ποδώκεα Πηλείωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ». ὃ δὴ νοητὴ καὶ αὐτὸ οὖσα παραβολὴν εὐλόγως οὐ πεπλάτυνται, ἀλλ' ἐπιτόμως εἴρηται. Καὶ σημείωσαι, ὅπως ὁ ποιητὴς καὶ τὰ θεῖα καὶ τὰ τῶν πολεμούντων διεκίνησε καὶ τῆς προτέρας ἐξήλλαξε καταστάσεως, ἐξαγαγὼν εἰς μάχην τὸν Ἀχιλλέα, οὐκ ἀνεχόμενος, εἰ μὴ μεγάλα τινὰ ποιήσει ἐπ' αὐτῷ. οὕτω φιλεῖ τὸν ἥρωα. (ῃ. 42) Τοῦ δὲ 4.364 «ἐκύδανον» ἐνεστὼς κυδάνω, ὡς οἰδάνω, οἷον «ἀλλά μοι οἰδάνει κραδίη χόλῳ». (ῃ. 46) Βροτολοιγὸς δὲ οὐ μόνον ὁ βροτοὺς φθείρων, ἀλλὰ καὶ ὁ βροτοὺς λέγων, ἤτοι κατακοιμίζων, εἰς ὕπνον δηλαδή, τὸν τανηλεγῆ καὶ νήγρετον. Σημείωσαι δὲ καὶ ὅτι Ἀχαιοῖς μὲν ἄρτι μέγα κῦδός ἐστιν ἀπομηνίσας ὁ Ἀχιλλεύς, Ἀχιλλεῖ δὲ ἐν τοῖς ἑξῆς ὅμοιον κλέος τὸ φονεῦσαι τὸν Ἕκτορα, κατὰτὸ «ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον». [Καὶ ἄλλως δὲ καὶ κρειττόνως εἰπεῖν, καὶ νῦν ὑπὸ Ἀχαιῶν κυδαίνεται διὰ συμμαχίαν, καὶ τότε διὰ ἀνδρίαν.] (ῃ. 48) Ὅτι λαοσσόον, ὥσπερ πρὸ τούτου τὸν Ἄρην, οὕτω καὶ ἐνταῦθα τὴν Ἔριν λέγει, οὐ πάντως οὐδ' αὐτὴν ὡς λαοῦ σώτειραν, ὡς ὅτε Ἀθηνᾶν λαοσσόον φησὶν ἢ Ἀπόλλωνα, ἀλλὰ τὴν τοὺς λαοῦς σέουσαν, ἤτοι κινοῦσαν καὶ παρορμῶσαν εἰς πόλεμον. Φησὶ γὰρ «ὦρτο δ' Ἔρις κρατερὴ λαοσσόος». ἄλλως τοίνυν λαοσσόοι εἰσὶν Ἔρις καὶ Ἄρης, καὶ ἄλλως Ἀπόλλωνκαὶ Ἀθηνᾶ. (ῃ. 48-53) Ἰστέον δὲ ὡς δύναται τὸ λαοσσόος καὶ τῇ Ἀθηνᾷ κατὰπαλαιὰν στίξιν προσαρμόσαι, οἷον «λαοσσόος αὖε δ' Ἀθήνη» καί, ὡς κατωτέρω φησί, «μακρὸν ἀΰτει», ὅ ἐστιν ἐφώνει, «στᾶσ' ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων. αὖε δ' Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατ' ἀκροτάτης πόλεως Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων», ἢ θεῶν, «ἐπὶ Καλλικολώνῃ». Ἔστι δὲ Καλλικολώνη, ἢ κατά τινας Καλλικόλωνος, τόπος ἢ λόφος σταδίων, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, πέντε τὴν περίμετρον, ἐπὶ τῆς Ἴδης κειμένη μεταξὺ κώμης Ἰλιέων καὶ Σιμουντίων. Καὶ ὅρα οἵους κήρυκας ἐνταῦθα δίδωσι τῇ μάχῃ ὁ ποιητής, σεμνύνων καὶ οὕτω τὴν τοῦ Ἀχιλλέως ἔξοδον. μετ' ὀλίγα δὲ καὶ βροντὰς καταρρήξει καὶ σεισμῷ τινάξει μεγίστῳ τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸς σαλπίσει, 4.365 οὐδὲν μὲν