διαφαίνεται. Ἕτεροι δὲ Ἥραν μέν φασιν τὸν συνάπτοντα τῷ αἰθέρι ἀέρα, σωτήριον ὄντα. διὸ καὶ τελεία λέγεται Ἥρα καὶ μήτηρ, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται, Εἰλειθυιῶν. Τὸν δὲ περίγειον ἀέρα ὑπὸ τῇ Ἀρτέμιδι ποιοῦσιν, οὐ πάνυ ὄντα σωτήριον, ἀλλ' ἀπ' ἐναντίας ἥκοντα τοῖς ἄνω. διὸ καί φησιν «ἐπεί σε λέοντα 4.372 γυναιξὶ Ζεὺς ἔθηκε» διὰ τὸ φθαρτικόν [Οὗ ἔμφασιν ἔχει καὶ τὸ θύεσθαι, φασί, μαινίδα τῇ Ἑκάτῃ, ταὐτὸν δ' εἰπεῖν τῇ σελήνῃ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γέγραπται, διὰ τὸ δοκεῖν ἔστιν οἷς μανιῶν αἰτία εἶναι.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃ. 72) Λητοῖ δέ, φησίν, ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. οἵπερ αὖθις ἠθικῶς ἐκλαμβάνονται, ἣ μὲν εἰς λήθην, ὃ δὲ εἰς λόγον μεταγόμενοι. καὶ ὁμολογήσει Ἑρμῆς, ὅτι ὦ Λητοῖ, «ἐγὼ δέ τοι οὔ τι μαχήσομαι». οὐ γὰρ δύναται λόγος λήθης καυχήσασθαι. ἄμαχον γάρ τι χρῆμα ἡ λήθη. (ῃ. 73-4) Ἐπὶ δὲ τούτοις φησίν, ὡς ἄντα Ἡφαίστοιο «μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον». Ἐν οἷς καραδοκητέον, ὡς Ἥφαιστος, θερμότης ζέουσα, τῷ τοῦ Ξάνθου ὑγρῷ ἐμπεσὼν ἐν τοῖς ἐφεξῆς κατὰ φυσικὴν ἀλληγορίαν μεγάλην δείξει δρᾶσιν ἐγγινομένην ἐκ πυρὸς ἢ πυρώδους τινὸς τῇ ὑγρότητι, οὐ μὴν ἠρεμαίαν καί, ὡς εἰπεῖν, ἀνεπαίσθητον, οὐδὲ ἀντιπάσχουσαν, ὁποῖα ἐν τοῖς ἐπὶ Ποσειδῶνος καὶ ἡλίου ἐκτέθειται. οὕτω διαπλέκει τὴν ἀλληγορίαν ὁ ποιητὴς φυσικῶς ἅμα καὶ ἠθικῶς, ἓν πρὸς ἓν ἀντιτάξας καὶ συνδυάσας, ὡς ἔδει, ἀνομοίως τὰς ἑτερότητας. ἃ δὲ οἱ ῥηθέντες τοῦ μύθου μάκαρες δράσουσιν ἐπ' ἀλλήλοις, ἡ ἐφεξῆς ῥαψῳδία δηλώσει. τῷ τέως δὲ ἡρωϊκαὶ πράξεις ἐκτεθήσονται, ἵνα μὴ τοῦ κατὰ τὸν Ἀχιλλέα πολέμου προηγήσωνται μείζονες οἱ δαιμόνιοι, καὶ οὕτω ψεύσηται τὸ τὴν ἔριν ὀλίγην τὰ πρῶτα κορύσσεσθαι, αὐτὰρ ἔπειτα οὐρανῷ στηρίζειν κάρα. Ἰστέον δὲ ὅτι τὸ «ἰὰ πτερόεντα» μεταπέπλασται συνήθως ἐκ τοῦ ἰοὶ πτερόεντες. (ῃ. 70) Χρυσηλάκατος δὲ Ἄρτεμις κἀνταῦθα ἡ χρυσότοξος, ἠλάκατα γὰρ καὶ τὰ βέλη καὶ οὐ μόνον τὰ ἔρια. Ὅρα δὲ ὅπως ἐφιλοτιμήσατο τὴν Ἄρτεμιν ἐπιθέτοις ὁ ποιητὴς εἰπὼν «Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινή, ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο», τουτέστιν Ἀπόλλωνος. διὸ καὶ αὐτὴν Ἑκάτην οἱ μεθ' Ὅμηρον λέγουσιν ἀπὸ 4.373 τοῦ ἀρσενικοῦ παρονομάσαντες, ὥσπερ πάλιν τινὲς ἀνάπαλιν ἀπὸ θηλυκοῦ τῆς Τιτανίδος Φοίβης τὸν Φοῖβον εἰρῆσθαί φασιν. [Ὅτι δὲ πολυώνυμος ἡ ῥηθεῖσα Ἑκάτη, δηλοῖ καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα, ἔχον οὕτως «δέσποινα τριοδῖτι, τρίμορφε, τριπρόσωπε, τρίγλαις κηλευμένη», τουτέστι θελγομένη, χαίρουσα. Ἑκάτῃ γάρ, ἤγουν Ἀρτέμιδι, ᾠκείωται ἡ τρίγλη, ὡς καὶ αὐτὸ προδεδήλωται. διὸ καὶ ἐν Ἀρτεμισίοις τρίγλη, φησί, παρεφέρετο διὰ τὸ δοκεῖν θηρεύειν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας καὶ καταναλίσκειν. ὅθεν ὡς ἀνθρώπους ὠφελοῦσα τῇ ἄγρᾳ δέδοται τῇ κυνηγετικῇ θεῷ ὡς κυνηγέτις. ὅτι δὲ καὶ τόπος τις Ἀθήνῃσι Τρίγλη ἐκαλεῖτο, καὶ ὡς ἀνάθημα ἦν ἐκεῖ Τριγλαθήνῃ Ἑκάτῃ, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί.] (ῃ. 72) Τὸ δὲ ἀντιστῆναι ἀνωτέρω μὲν διαλελυμένως ἔφη ἔναντα ἵστασθαι, κατωτέρω δὲ ἄντα ἰέναι. (ῃ. 73) Τὸ δὲ «ἄντα» ποιητικὴ λέξις. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς τόποις τούτοις τὸ μὲν ἔναντα προσάπαξ εἶπε, τὸ δὲ ἐναντία δίς, τὸ δὲ ἄντα πεντάκις, ὅπερ ἐκ τοῦ ἄντην γέγονεν, ὡς ἐκ τοῦ κρύβδην τὸ κρύβδα. ἔστι δὲ καὶ τὸ «ἐναντίβιον πολεμίζειν» ἰσοδύναμον τῷ ἔναντα καὶ ἐναντία. δὶς δὲ ἐν τοῖς τοιούτοις κεῖται μόνον τὸ ἄντα δίχα ῥήματος, οἷα νοουμένου ἀπὸ κοινοῦ τοῦ ἵστατο ἢ ἔστη. (ῃ. 70) ∆ιὰ τί δὲ κελαδεινὴ ἡ Ἄρτεμις, καὶ ὡς ἐκ τοῦ κελάδου καί τι δαιμόνιον φοβερὸν ὁ Ἐγκέλαδος, καὶ ποταμὸς καὶ πόντος δὲ κελάδων, δηλοῦνται ἑτέρωθι, ὥσπερ καὶ περὶ τοῦ ἰοχέαιρα, καὶ ὡς καθ' Ὅμηρον μὲν κασιγνήτη Ἀπόλλωνος ἡ Ἄρτεμις,κατὰ δέ τινας φυσικωτέρους γυνή. (ῃ. 72) Τὸ δὲ «σῶκος» ἐπὶ Ἑρμοῦ ὁ Τυ 4.374 ραννίων ὀξύνει πρὸς ἀποφυγὴν κυρίου τοῦ «ὦ Σῶκε, Ἱππάσου υἱέ». ἀντιλέγεται δέ. τὰ γὰρ εἰς ˉκˉοˉς δισύλλαβα, ἀπαρασχημάτιστα ὄντα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεται, οἷον φῶκος, θῶκος. σεσημείωται τὸ σηκός. οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς οὐδὲ τὸ ἐκ τοῦ σάοικος κραθῆναι τὴν λέξιν, ἵνα ᾖ σῶκος ὁ σῴζων