κειμένη μεταξὺ δύο κασσιτερίνων, ὅ ἐστι τρίτη, ὡς ῥαγῆναι μὲν δύο ἐπικειμένας, μίαν χαλκῆν τὴν πρώτην καὶ ἑτέραν κασσιτερίνην, ἐν αὐτῇ δὲ τῇ χρυσῇ στῆναι τὴν αἰχμήν. καὶ ἔστι καὶ ἐνταῦθα ἐννοίας ἀμφιβολία, ὡς καὶ ἐν ἄλλοις πολλοῖς. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς Αὐτόχθων οὐ βούλεται γράφειν «δύο μὲν ἔλασε πτύχας», ἀλλὰ «δύο μὲν θλάσε». διὸ οὐδὲ ἐλαθῆναι λέγει τὴν χρυσῆν πτύχα πρώτην κειμένην, ἀλλὰ θλασθῆναι, ὡς προείρηται, εἰ καὶ μὴ ἐχρῆν αὐτὴν ὥσπερ οὐδὲ δαμῆναι, οὕτως οὐδὲ ὑποεῖξαι ὅλως. ἀρέσκει γὰρ αὐτῷ πρώτην μὲν εἶναι τὴν χρυσῆν ὡς τιμίαν. οὐ γὰρ δήπου, φησί, κέκρυπτο ἡ καλλιστεύουσα, ἀλλ' ἐν τῇ ἐπιφανείᾳ ἦν, δευτέραν δὲ χαλκῆν ὡς ἰσχυράν, 4.407 ὁμοίως χαλκῆν καὶ τὴν πέμπτην τὴν ἐνδοτάτω, μέσας δὲ τῶν δύο χαλκῶν τὰς δύο τοῦ κασσιτέρου, ὡς συνάπτειν δυναμένας τὰς ἑκατέρωθεν πτύχας. διὸ καὶ ὁ ποιητής φησι πέντε πτύχας, «τὰς δύο χαλκέας, δύο δ' ἔνδοθι κασσιτέροιο», ἤτοι ἔνδον τῶν δύο χαλκέων, «τὴν δὲ μίαν χρυσῆν», τὴν ἐξωτάτω δηλαδή. ἔτι φασὶν οἱ περὶ τὸν Αὐτόχθονα, οὐχ' ὅτι οὐκ ἔτρωσεν ὅλως Αἰνείας τὴν πτύχα τὴν χρυσῆν, ἀλλὰ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθε δι' αὐτῆς. ἐπεὶ γὰρ ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλατὺ τέμνει, τὴν μὲν τῆς ἀκμῆς νύξιν ἐδέξατο καὶ ὁ χρυσὸς καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐ παρεδέξατο, ἀλλὰ τῷ πλατεῖ τοῦ σιδήρου ἀντιβὰς ὁ χρυσὸς καὶ μόνον θλασθεὶς ἐπέσχε τὴν διαμπὰξ διακοπὴν τῆς ἀσπίδος καὶ κατὰ τὸν ποιητὴν ἐν τῇ χρυσῇ πτυχὶ ἔσχετο μείλινον ἔγχος. (ῃ. 269) Ὅτι δὲ τὸ «ἀλλὰ δύο μὲν ἔλασε» τινὲς γράφουσιν «ἀλλὰ δύο μὲν θλάσε», καὶ ὅτι ἀπάτην οὗτοι αἰτιῶνται τῶν ἄλλως γραφόντων, ὡς τῆς ἄνω περιφερείας τοῦ θῆτα κολοβωθείσης εἰς φαντασίαν τοῦ ˉε γράμματος, δηλοῖ καὶ ὁ Πορφύριος. [Γνωστὸν δὲ τῇ κοινότητι τὸ θλάσαι. ὡς γὰρ κλῶ κλάζω ὀκλάζω, ἐξ οὗ καὶ ὀκλαδίας δίφρος, οὕτω καὶ θλῶ θλάζω, ἐξ οὗ θλαδίας ταῦρος τροπῇ τοῦ ζῆτα εἰς δέλτα. παρὰ τὸ θλάσω δὲ καὶ θλαστὰς ἐλαίας οἶδε καὶ ὁ ∆ειπνοσοφιστής.] (ῃ. 268) Ὅρα δὲ καὶ ὅτι τὴν χρυσῆν πτύχα μόνην δῶρα θεοῦ πληθυντικῶς εἶπε κατ' ἐξοχήν, ἢ διὰ τὸ τῆς ὕλης τίμιον, ἢ καὶ ὅτι περισῴζει τὸν ἥρωα. ἔφη γάρ «οὐκ ἔρρηξε σάκος, χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο». ἀστεῖον οὖν χρῆμα ὁ χρυσός, εἰ καὶ θανάτου ῥύεται ἐνταῦθα κατὰ τὴν ἐτυμολογίαν τῶν πολλῶν. (ῃ. 269 ς.) Ὅρα δὲ καὶ διαφορὰν τοῦ ἤλασε καὶ διήλασεν. ἐλάσαι μὲν γὰρ λέγεται πτύχας Ἥφαιστος ὁ χαλκεύς, διελάσαι μέντοι τὸ διαμπερὲς βαλεῖν. (ῃ. 273-82) Ὅτι τοῦ Αἰνείου προπλήξαντος δεύτερος Ἀχιλλεὺς ἀκοντίσας «βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσε ἴσην ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός· ἣ δὲ διαπρὸ Πηλιὰς ἤϊξε μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς. Αἰνείας δ' ἐάλη», ὅ ἐστι συνεστράφη, συσταλεὶς ἢ καὶ συνιζήσας, «καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε, δείσας», 4.408 μὴ μετὰ τὴν ἀσπίδα δηλαδὴ καθίξεται ἡ μελία καὶ τῶν αὐτοῦ σαρκῶν. «ἐγχείη δ' ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους ἀσπίδος ἀμφιβρότης· ὃ δ' ἀλευάμενος δόρυ μακρὸν ἔστη», ὡς δηλαδὴ πρὸ τούτου ὑποκαταβάς. (ῃ. 282 ς.) Λέγει δὲ καὶ ὅτι «ἄχος χύτο μυρίον ὀφθαλμοῖσι», καὶ ὡς ἐτάρβησεν, ἐπεί «οἱ ἄγχι πάγη βέλος». Καὶ ὅρα ὅτι τὸ, «ἐγχείη ἐνὶ γαίῃ ἔστη», «ἐπάγη βέλος» ἐνταῦθά φησι. καινὴ δέ τις καὶ ἡ τοῦ Αἰνείου αὕτη ἀσπίς, ἧς οὐ πρὸς κάλλος ἡ θέσις, ἀλλ' ὁ μὲν χαλκὸς ὑπόκειται, ἔπεστι δὲ ἡ ῥινός, ὡς καὶ τὴν χρυσῆν πτύχα, καθὰ εἴρηται, τινὲς δι' ἀσφάλειαν ὑποβάλλουσι τῇ τοῦ Ἀχιλλέως ἀσπίδι. οἱ δὲ ἀκριβέστεροι τὸ «λεπτοτάτη ῥινός» οὐκ ἐπὶ ὅλης τῆς ἀσπίδος νοοῦσιν, ἀλλὰ κατὰ τὴν πρώτην ἄντυγα, ἤγουν τὴν κατὰ τὸ ἄκρον κύκλωθεν τῆς ἀσπίδος, ὡς καὶ πρῶτον ῥυμόν πού φησι τὸ ἄκρον τοῦ ῥυμοῦ. ἐνταῦθα δὲ λεπτύνεσθαι πλέον τοῦ λοιποῦ φασιν, ὡς εἰκός, τεχνικῶς τὸν μὲν χαλκὸν τῇ ἐλάσει, τὴν δὲ βύρσαν τῇ ξέσει, διὰ τὴν ῥᾳδίαν τῶν ἄκρων κατάκλεισιν. καὶ ἐνταῦθα συνέβη γενέσθαι τὴν βολήν. (ῃ. 280) ∆ιὸ καί φησι «δι' ἀμφοτέρους εἷλεν», ὅ ἐστι διεῖλε, «κύκλους», ἤγουν τὰ τῆς κυκλοτεροῦς ἀσπίδος ἔν τε τῇ βύρσῃ καὶ τῷ χαλκῷ τέρματα. Καὶ σημείωσαι ὅτι εὐτυχῶς τῷ Αἰνείᾳ γέγονεν ἡ τοιαύτη