Αἰνείας ἀναίτιος ὢν θανεῖται, οὔτε συνεπιγραφεὶς τῷ τῶν Πριαμιδῶν πολέμῳ καὶ νωθρότερον δὲ περὶ τὴν μάχην διακείμενος, διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτόν, ἔτι δὲ καὶ θεοφιλὴς ὤν, «κεχαρισμένα γὰρ αἰεί», φησί, «δῶρα θεοῖσι δίδωσι», βουλεύεται καὶ πῶς ἂν αὐτὸν ὑπ' ἐκ θανάτου ἀγάγωσι, «μή πως καὶ Ζεὺς κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς τόνδε κατακτείνῃ. μόριμον δέ οἱ», φησίν, «ἔστιν ἀλέασθαι, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται ∆αρδάνου», ὃς ∆ιῒ περὶ πάντων φίλτατος «παίδων οἵ ἕθεν», ἤγουν αὐτοῦ, «ἐξεγένοντο γυναικῶν τε θνητάων». (ῃ. 306-8) Λέγει δὲ καί, ὅτι «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων, νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται». Τοῦτο δὲ λέγεται διὰ τὴν τῶν Ῥωμαίων ἀρχήν, ἥν, φασίν, εἰκὸς εἰδέναι τὸν ποιητὴν ἐκ τῶν τῆς Σιβύλλης χρησμῶν, ἢ καὶ αὐτὸν οἴκοθεν εἰδότα. ποιητοῦ γὰρ ἀρετὴ τὸ καὶ μαντικὴν ἐπιστήμην ἔχειν, ὥς φασιν ἄλλοι πλατύτερον. Καὶ ὅρα ὅπως ὁ ποιητὴς οὐ μόνον τὰ Τρωϊκὰ ἱστορεῖ, πολλὰ δὲ καὶ πρὸ τῶν Τρωϊκῶν, ἀλλὰ καὶ ὑστέρας τινὰς 4.411 ἱστορίας παραδίδωσιν, ὧν ἐστι καὶ ἡ τοῦ Αἰνείου ἀρχή, ἣν φημιζομένην, ὡς εἰκός, Ἀχιλλεὺς μὲν ὀνειδίζων ἀπεῖπε, τὸ δὲ μοιρίδιον ἐξετέλεσεν εἰς αὐτὸν καὶ παίδων παῖδας, ὡς εἶπεν ὁ ποιητής. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὸν Αἰνείαν τινὲς μέν φασι μετὰ Ἀγχίσου τοῦ πατρὸς καὶ Ἀσκανίου τοῦ παιδὸς λαὸν ἀθροῖσαι καὶ πλεῦσαι εἰς Σικελίαν, ἐκεῖθεν δὲ εἰς τὴν Λατίνην ἐλθεῖν κατά τι λόγιον. ἕτεροι δὲ οἰκῆσαι αὐτόν φασι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον, ἄλλοι δὲ εἰς Σικελίαν κατᾶραι, Ὅμηρος δὲ ἐμφαίνει, φησίν, ἐν τῇ Τροίᾳ μεῖναι αὐτόν, καὶ διαδεξάμενον τὴν ἀρχὴν παραδεδωκέναι τοῖς παισὶν ἠφανισμένων τῶν Πριαμιδῶν. «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων», καὶ ἑξῆς, ὡς προγέγραπται. τινὲς δέ, φησί, γράφουσι, «νῦν δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει καὶ παίδων παῖδες», τοὺς Ῥωμαίους λέγοντες, παρ' οἷς τὸν Αἰνείαν καὶ καταστρέψαι τὸν βίον φασί τινες. (ῃ. 303 ετ 307) Ὅρα δὲ καὶ ὅτι τοῦ μὴ ἔχοντος διαδόχους ἄσπερμος ἡ γενεὴ λέγεται καὶ ἄφαντος ὀλέσθαι, καὶ ὅτι ἐπὶ ἀδιαδόχου κράτους καλὸν εἰπεῖν τό· νῦν γὰρ δὴ ὁ δεῖνα ἀνάξει καὶ παίδων παῖδες, οἳ μετόπισθεν γένωνται. Σημείωσαι δὲ καὶ ὅτι πολλάκις καὶ ὑπ' ἐχθρῶν βοηθεῖταί τις οὐ μόνον δι' ἀρετήν, ἀλλὰ καὶ φόβῳ κακοῦ μείζονος, ὡς ὁ Αἰνείας ἐνταῦθα ὑπὸ Ποσειδῶνος, διότι ἀναίτιός ἐστι, καὶ ὅτι δέδιεν ὁ Ποσειδῶν, μὴ τοῦ Αἰνείου πεσόντος ὁ Ζεὺς κεχολώσεται. δυσωπεῖται δὲ καὶ τὸ μοιρίδιον, εἰς ὃ ἐκλαμβάνεται ὁ Ζεύς, καὶ φιλεῖ δέ πως τὸν Αἰνείαν ὡς Πριάμῳ καὶ τοῖς αὐτοῦ ἀπεχθόμενον. ἃ δὴ καὶ ὁ Ἀπόλλων εἰδὼς καὶ οὐκ ἐπεξιὼν θρασέως εἰς βοήθειαν τοῦ Αἰνείου δοκεῖ κακοήθως ἀμελεῖν αὐτοῦ. (ῃ. 296) διὸ καὶ νήπιον αὐτὸν ὁ Ποσειδῶν λέγει διὰ τὸ δῆθεν ἄφιλον. [Ἔνθα σημείωσαι τὸ «νήπιος», οὐ συνταχθὲν τοῖς ὀπίσω, ἤγουν τῷ «μύθοις Ἀπόλλωνος ἑκάτοιο», ἀλλ' ἀναφωνηθὲν ἰδίᾳ καθ' αὑτό, ἵνα εἴπῃ, ὅτι νήπιός ἐστιν ὁ Ἀπόλλων, ἐπεὶ μὴ βοηθεῖ τῷ φίλῳ. δύναται δὲ καὶ τῷ Αἰνείᾳ ἐπιρρηθῆναι τὸ «νήπιος», οὐκ εὐόδως μέντοι.] (ῃ. 302) Ὅρα δὲ τὸ ἐν ἄλλοις μόρσιμον μόριμον ἐνταῦθα δίχα τοῦ ˉσ λεχθὲν ἀπὸ τῆς μοίρας ἐξ ἧς καὶ τὸ ὑπέρμορον ἀπελεύσει τοῦ ἰῶτα, καὶ ἀμμορία ἡ δυστυχία, 4.412 καὶ αὐτὸς ὁ μόρος. (ῃ. 305) Τὸ δὲ, «οἳ ἕθεν ἐξεγένοντο» πρὸς διαστολὴν ἑτέρων παίδων κεῖται. Τὸ δὲ «γυναικῶν τε» διέσταλται πρὸς τοὺς ἐκ θεαινῶν, ὁποῖοι Ἄρης Ἀπόλλων, Ἀφροδίτη καὶ οἱ τοιοῦτοι. (ῃ. 298-300) Ὅρα δὲ καί, ὡἐνταῦθα μὲν σεμνύνει τὸν Αἰνείαν ὁ ποιητής, διότι κεχαρισμένα δῶρα θεῷ δίδωσιν, ἐν δὲ Ὀδυσσείᾳ τὸν Ὀδυσσέα σεμνολογεῖ, ὅτι τε νόον περίεστι καὶ διότι ἱερὰ πολλὰ δέδωκε, καὶ ὅτι τὸ ῥύσασθαι θανάτου ὑπεξαγαγεῖν θανάτου φησίν. Ὅτι ἐν πολλοῖς τὸν ὅρκον σεπτὸν κρίνων ὁ ποιητὴς τὸ αὐτὸ κἀνταῦθα ποιεῖ παιδεύων εὐορκεῖν, ἐν οἷς ἡ Ἥρα τῷ Ποσειδῶνι ἐπιτρέπει νοῆσαι, εἴτε βούλεται σῶσαι τὸν Αἰνείαν, εἴτε καὶ μή. αὐταὶ γάρ, φησίν, ὠμόσαμεν μηδέποτε ἀλεξήσειν Τρωσί, καὶ δεῖ φυλάξειν δηλαδὴ τὸν ὅρκον. (ῃ. 310- 7) Φράζει δὲ ταῦτα οὕτως ἡ τοῦ μύθου Ἥρα «Ἐννοσίγαιε, αὐτὸς σὺ μετὰ φρεσὶσῇσι